| 12 |
ΜΑΚΚΑΒΑΙΩΝ Β | 2 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Γενομένων δὲ τῶν συνθηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. |
When this agreement had been reached, Lysias returned to the king, and the Jews went about their farming. | Jews of Joppa murdered. 2Mace.12.1-9 |
| 2 | τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν. |
But some of the governors in various places, Timothy and Apollonius the son of Gennaeus, as well as Hieronymus and Demophon, and in addition to these Nicanor the governor of Cyprus, would not let them live quietly and in peace. | |
| 3 | Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ' αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, |
And some men of Joppa did so ungodly a deed as this | |
| 4 | κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα· καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. |
and this was done by public vote of the city. And when they accepted, because they wished to live peaceably and suspected nothing, the men of Joppa took them out to sea and drowned them, not less than two hundred. | |
| 5 | μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν |
When Judas heard of the cruelty visited on his countrymen, he gave orders to his men | |
| 6 | καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν. |
and, calling upon God the righteous Judge, attacked the murderers of his brethren. He set fire to the harbour by night, and burned the boats, and massacred those who had taken refuge there. | |
| 7 | τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. |
Then, because the city's gates were closed, he withdrew, intending to come again and root out the whole community of Joppa. | |
| 8 | μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις, |
But learning that the men in Jamnia meant in the same way to wipe out the Jews who were living among them, | |
| 9 | καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα. |
he attacked the people of Jamnia by night and set fire to the harbour and the fleet, so that the glow of the light was seen in Jerusalem, thirty miles distant. | |
| 10 | Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. |
When they had gone more than a mile from there, on their march against Timothy, not less than five thousand Arabs with five hundred horsemen attacked them. | Judas' victory at Jamnia. 2Mace.12.10-16 | 1Mace.5.9-54 |
| 11 | γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. |
After a hard fight Judas and his men won the victory, by the help of God. The defeated nomads besought Judas to grant them pledges of friendship, promising to give him cattle and to help his people in all other ways. | |
| 12 | Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν. |
Judas, thinking that they might really be useful in many ways, agreed to make peace with them; and after receiving his pledges they departed to their tents. | |
| 13 | Ἑπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν. |
He also attacked a certain city which was strongly fortified with earthworks and walls, and inhabited by all sorts of Gentiles. Its name was Caspin. | |
| 14 | οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. |
And those who were within, relying on the strength of the walls and on their supply of provisions, behaved most insolently toward Judas and his men, railing at them and even blaspheming and saying unholy things. | |
| 15 | οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει. |
But Judas and his men, calling upon the great Sovereign of the world, who without battering-rams or engines of war overthrew Jericho in the days of Joshua, rushed furiously upon the walls. | |
| 16 | καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι. |
They took the city by the will of God, and slaughtered untold numbers, so that the adjoining lake, a quarter of a mile wide, appeared to be running over with blood. | |
| 17 | Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους. |
When they had gone ninety-five miles from there, they came to Charax, to the Jews who are called Toubiani. | Judas defeats Timothy. 2Mace.12.17-25 | 1Mace.5.37-44 |
| 18 | καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. |
They did not find Timothy in that region, for he had by then departed from the region without accomplishing anything, though in one place he had left a very strong garrison. | |
| 19 | Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. |
Dositheus and Sosipater, who were captains under Maccabeus, marched out and destroyed those whom Timothy had left in the stronghold, more than ten thousand men. | |
| 20 | ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις. |
But Maccabeus arranged his army in divisions, set men in command of the divisions, and hastened after Timothy, who had with him a hundred and twenty thousand infantry and two thousand five hundred cavalry. | |
| 21 | τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα. |
When Timothy learned of the approach of Judas, he sent off the women and the children and also the baggage to a place called Carnaim; for that place was hard to besiege and difficult of access because of the narrowness of all the approaches. | |
| 22 | ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. |
But when Judas' first division appeared, terror and fear came over the enemy at the manifestation to them of him who sees all things; and they rushed off in flight and were swept on, this way and that, so that often they were injured by their own men and pierced by the points of their swords. | |
| 23 | ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. |
And Judas pressed the pursuit with the utmost vigor, putting the sinners to the sword, and destroyed as many as thirty thousand men. | |
| 24 | αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται. |
Timothy himself fell into the hands of Dositheus and Sosipater and their men. With great guile he besought them to let him go in safety, because he held the parents of most of them and the brothers of some and no consideration would be shown them. | |
| 25 | πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας. |
And when with many words he had confirmed his solemn promise to restore them unharmed, they let him go, for the sake of saving their brethren. | |
| 26 | Ἑξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. |
Then Judas marched against Carnaim and the temple of Atargatis, and slaughtered twenty-five thousand people. | Judas' other victories. 2Mace.12.26-31 | 1Mace.5.45-54 |
| 27 | μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον. |
After the rout and destruction of these, he marched also against Ephron, a fortified city where Lysias dwelt with multitudes of people of all nationalities. Stalwart young men took their stand before the walls and made a vigorous defence; and great stores of war engines and missiles were there. | |
| 28 | ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους. |
But the Jews called upon the Sovereign who with power shatters the might of his enemies, and they got the city into their hands, and killed as many as twenty-five thousand of those who were within it. | |
| 29 | ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους. |
Setting out from there, they hastened to Scythopolis, which is seventy-five miles from Jerusalem. | |
| 30 | ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν, |
But when the Jews who dwelt there bore witness to the good will which the people of Scythopolis had shown them and their kind treatment of them in times of misfortune, | |
| 31 | εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου. |
they thanked them and exhorted them to be well disposed to their race in the future also. Then they went up to Jerusalem, as the feast of weeks was close at hand. | |
| 32 | Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν. |
After the feast called Pentecost, they hastened against Gorgias, the governor of Idumea. | Judas defeats Gorgias. 2Mace.12.32-37 |
| 33 | ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων. |
And he came out with three thousand infantry and four hundred cavalry. | |
| 34 | παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων. |
When they joined battle, it happened that a few of the Jews fell. | |
| 35 | Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα. |
But a certain Dositheus, one of Bacenor's men, who was on horseback and was a strong man, caught hold of Gorgias, and grasping his cloak was dragging him off by main strength, wishing to take the accursed man alive, when one of the Thracian horsemen bore down upon him and cut off his arm; so Gorgias escaped and reached Marisa. | |
| 36 | τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου· |
As Esdris and his men had been fighting for a long time and were weary, Judas called upon the Lord to show himself their ally and leader in the battle. | |
| 37 | καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο. |
In the language of their fathers he raised the battle cry, with hymns; then he charged against Gorgias' men when they were not expecting it, and put them to flight. | |
| 38 | Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. |
Then Judas assembled his army and went to the city of Adullam. As the seventh day was coming on, they purified themselves according to the custom, and they kept the sabbath there. | Prayers for men killed in battle. 2Mace.12.38-45 |
| 39 | τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ' ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. |
On the next day, as by that time it had become necessary, Judas and his men went to take up the bodies of the fallen and to bring them back to lie with their kinsmen in the sepulchres of their fathers. | |
| 40 | εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀφ' ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. |
Then under the tunic of every one of the dead they found sacred tokens of the idols of Jamnia, which the law forbids the Jews to wear. And it became clear to all that this was why these men had fallen. | |
| 41 | πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος |
So they all blessed the ways of the Lord, the righteous Judge, who reveals the things that are hidden; | |
| 42 | εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. |
and they turned to prayer, beseeching that the sin which had been committed might be wholly blotted out. And the noble Judas exhorted the people to keep themselves free from sin, for they had seen with their own eyes what had happened because of the sin of those who had fallen. | |
| 43 | ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· |
He also took up a collection, man by man, to the amount of two thousand drachmas of silver, and sent it to Jerusalem to provide for a sin offering. In doing this he acted very well and honourably, taking account of the resurrection. | |
| 44 | εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι· |
For if he were not expecting that those who had fallen would rise again, it would have been superfluous and foolish to pray for the dead. | |
| 45 | εἶτε ἐμβλέπων τοῖς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι. |
But if he was looking to the splendid reward that is laid up for those who fall asleep in godliness, it was a holy and pious thought. Therefore he made atonement for the dead, that they might be delivered from their sin. | |
| |
|
<< | 2 Maccabees: 12 | >> |
|