katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | Search---> the Old Testament in Greek - GREEK TEXT           
10 ΜΑΚΚΑΒΑΙΩΝ Β2 MACCABEES - Brenton|RSVReference
1Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, Now Maccabeus and his followers, the Lord leading them on, recovered the temple and the city; Rededication of the temple. 2Mace.10.1-8 | 1Mace.4.36-61 
2τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλαν and they tore down the altars which had been built in the public square by the foreigners, and also destroyed the sacred precincts.  
3καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο. They purified the sanctuary, and made another altar of sacrifice; then, striking fire out of flint, they offered sacrifices, after a lapse of two years, and they burned incense and lighted lamps and set out the bread of the Presence.  
4ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ' αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι. And when they had done this, they fell prostrate and besought the Lord that they might never again fall into such misfortunes, but that, if they should ever sin, they might be disciplined by him with forbearance and not be handed over to blasphemous and barbarous nations.  
5ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστιν Χασελευ. It happened that on the same day on which the sanctuary had been profaned by the foreigners, the purification of the sanctuary took place, that is, on the twenty-fifth day of the same month, which was Chislev.  
6καὶ μετ' εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι. And they celebrated it for eight days with rejoicing, in the manner of the feast of booths, remembering how not long before, during the feast of booths, they had been wandering in the mountains and caves like wild animals.  
7διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον. Therefore bearing ivy-wreathed wands and beautiful branches and also fronds of palm, they offered hymns of thanksgiving to him who had given success to the purifying of his own holy place.  
8ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔθνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας. They decreed by public ordinance and vote that the whole nation of the Jews should observe these days every year.  
9καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἑπιφανοῦς τελευτῆς οὕτως εἶχεν. Such then was the end of Antiochus, who was called Epiphanes. Ptolemy Macron commits suicide. 2Mace.10.9-13
10Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά. Now we will tell what took place under Antiochus Eupator, who was the son of that ungodly man, and will give a brief summary of the principal calamities of the wars.  
11οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. This man, when he succeeded to the kingdom, appointed one Lysias to have charge of the government and to be chief governor of Coelesyria and Phoenicia.  
12Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν· Ptolemy, who was called Macron, took the lead in showing justice to the Jews because of the wrong that had been done to them, and attempted to maintain peaceful relations with them.  
13ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἑπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον. As a result he was accused before Eupator by the king's friends. He heard himself called a traitor at every turn, because he had abandoned Cyprus, which Philometor had entrusted to him, and had gone over to Antiochus Epiphanes. Unable to command the respect due his office, he took poison and ended his life.  
14Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει. When Gorgias became governor of the region, he maintained a force of mercenaries, and at every turn kept on warring against the Jews. Judas Maccabaeus defeats the Idumeans. 2Mace.10.14-23 | 1Mace.5.1-8 
15ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. Besides this, the Idumeans, who had control of important strongholds, were harassing the Jews; they received those who were banished from Jerusalem, and endeavored to keep up the war.  
16οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν, But Maccabeus and his men, after making solemn supplication and beseeching God to fight on their side, rushed to the strongholds of the Idumeans.  
17οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων. Attacking them vigorously, they gained possession of the places, and beat off all who fought upon the wall, and slew those whom they encountered, killing no fewer than twenty thousand.  
18συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας When no less than nine thousand took refuge in two very strong towers well equipped to withstand a siege,  
19ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη. Maccabeus left Simon and Joseph, and also Zacchaeus and his men, a force sufficient to besiege them; and he himself set off for places where he was more urgently needed.  
20οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ, ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. But the men with Simon, who were money-hungry, were bribed by some of those who were in the towers, and on receiving seventy thousand drachmas let some of them slip away.  
21προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ' αὐτῶν ἀπολύσαντες. When word of what had happened came to Maccabeus, he gathered the leaders of the people, and accused these men of having sold their brethren for money by setting their enemies free to fight against them.  
22τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. Then he slew these men who had turned traitor, and immediately captured the two towers.  
23τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων. Having success at arms in everything he undertook, he destroyed more than twenty thousand in the two strongholds.  
24Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν. Now Timothy, who had been defeated by the Jews before, gathered a tremendous force of mercenaries and collected the cavalry from Asia in no small number. He came on, intending to take Judea by storm. Jusad defeats Timothy. 2Mace.10.24-38
25οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες As he drew near, Maccabeus and his men sprinkled dust upon their heads and girded their loins with sackcloth, in supplication to God.  
26ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. Falling upon the steps before the altar, they besought him to be gracious to them and to be an enemy to their enemies and an adversary to their adversaries, as the law declares.  
27γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ' ἑαυτῶν ἦσαν. And rising from their prayer they took up their arms and advanced a considerable distance from the city; and when they came near to the enemy they halted.  
28ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. Just as dawn was breaking, the two armies joined battle, the one having as pledge of success and victory not only their valor but their reliance upon the Lord, while the other made rage their leader in the fight.  
29γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ιουδαίων, When the battle became fierce, there appeared to the enemy from heaven five resplendent men on horses with golden bridles, and they were leading the Jews.  
30οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι. Surrounding Maccabeus and protecting him with their own armor and weapons, they kept him from being wounded. And they showered arrows and thunderbolts upon the enemy, so that, confused and blinded, they were thrown into disorder and cut to pieces.  
31κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. Twenty thousand five hundred were slaughtered, besides six hundred horsemen.  
32αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου. Timothy himself fled to a stronghold called Gazara, especially well garrisoned, where Chaereas was commander.  
33οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. Then Maccabeus and his men were glad, and they besieged the fort for four days.  
34οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προίεντο. The men within, relying on the strength of the place, blasphemed terribly and hurled out wicked words.  
35ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον· But at dawn of the fifth day, twenty young men in the army of Maccabeus, fired with anger because of the blasphemies, bravely stormed the wall and with savage fury cut down every one they met.  
36ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. Others who came up in the same way wheeled around against the defenders and set fire to the towers; they kindled fires and burned the blasphemers alive. Others broke open the gates and let in the rest of the force, and they occupied the city.  
37καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην. They killed Timothy, who was hidden in a cistern, and his brother Chaereas, and Apollophanes.  
38ταῦτα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι. When they had accomplished these things, with hymns and thanksgivings they blessed the Lord who shows great kindness to Israel and gives them the victory.  
    << | 2 Maccabees: 10 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.