| 8 |
ΜΑΚΚΑΒΑΙΩΝ Α | 1 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι. |
Now Judas heard of the fame of the Romans, that they were very strong and were well-disposed toward all who made an alliance with them, that they pledged friendship to those who came to them, | The treaty with the Romans. 1Mace.8.1-32 |
| 2 | καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, |
and that they were very strong. Men told him of their wars and of the brave deeds which they were doing among the Gauls, how they had defeated them and forced them to pay tribute, | |
| 3 | καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· |
and what they had done in the land of Spain to get control of the silver and gold mines there, | |
| 4 | καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν ἀπέχων μακρὰν ἀπ' αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ' αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς, ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ' ἐνιαυτόν· |
and how they had gained control of the whole region by their planning and patience, even though the place was far distant from them. They also subdued the kings who came against them from the ends of the earth, until they crushed them and inflicted great disaster upon them; the rest paid them tribute every year. | |
| 5 | καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ' αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· |
Philip, and Perseus king of the Macedonians, and the others who rose up against them, they crushed in battle and conquered. | |
| 6 | καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπ' αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ' αὐτῶν, |
They also defeated Antiochus the Great, king of Asia, who went to fight against them with a hundred and twenty elephants and with cavalry and chariots and a very large army. He was crushed by them; | |
| 7 | καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ' αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν |
they took him alive and decreed that he and those who should reign after him should pay a heavy tribute and give hostages and surrender some of their best provinces, | |
| 8 | καὶ χώραν τὴν Ἰνδικὴν καὶ Μηδίαν καὶ Λυδίαν ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ' αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· |
the country of India and Media and Lydia. These they took from him and gave to Eumenes the king. | |
| 9 | καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, |
The Greeks planned to come and destroy them, | |
| 10 | καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ' αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· |
but this became known to them, and they sent a general against the Greeks and attacked them. Many of them were wounded and fell, and the Romans took captive their wives and children; they plundered them, conquered the land, tore down their strongholds, and enslaved them to this day. | |
| 11 | καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν· |
The remaining kingdoms and islands, as many as ever opposed them, they destroyed and enslaved; | |
| 12 | καὶ κατεκράτησαν τῶν βασιλέων τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ' αὐτῶν. |
but with their friends and those who rely on them they have kept friendship. They have subdued kings far and near, and as many as have heard of their fame have feared them. | |
| 13 | οἷς δ' ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ' ἂν βούλωνται, μεθιστῶσιν· καὶ ὑψώθησαν σφόδρα. |
Those whom they wish to help and to make kings, they make kings, and those whom they wish they depose; and they have been greatly exalted. | |
| 14 | καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπέθεντο αὐτῶν οὐδὲ εἷς διάδημα, οὐδὲ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ· |
Yet for all this not one of them has put on a crown or worn purple as a mark of pride, | |
| 15 | καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ' ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς· |
but they have built for themselves a senate chamber, and every day three hundred and twenty senators constantly deliberate concerning the people, to govern them well. | |
| 16 | καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ ἄρχειν αὐτῶν κατ' ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσιν τοῦ ἑνός, καὶ οὐκ ἔστιν φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. |
They trust one man each year to rule over them and to control all their land; they all heed the one man, and there is no envy or jealousy among them. | |
| 17 | Καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου τοῦ Ακκως καὶ Ἰάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην στῆσαι φιλίαν καὶ συμμαχίαν |
So Judas chose Eupolemus the son of John, son of Accos, and Jason the son of Eleazar, and sent them to Rome to establish friendship and alliance, | |
| 18 | καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ' αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ. |
and to free themselves from the yoke; for they saw that the kingdom of the Greeks was completely enslaving Israel. | |
| 19 | καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσήλθοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον |
They went to Rome, a very long journey; and they entered the senate chamber and spoke as follows | |
| 20 | Ιουδας ὁ καὶ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ' ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. |
"Judas, who is also called Maccabeus, and his brothers and the people of the Jews have sent us to you to establish alliance and peace with you, that we may be enrolled as your allies and friends." | |
| 21 | καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. |
The proposal pleased them, | |
| 22 | καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ' αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας |
and this is a copy of the letter which they wrote in reply, on bronze tablets, and sent to Jerusalem to remain with them there as a memorial of peace and alliance | |
| 23 | Καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ' αὐτῶν. |
"May all go well with the Romans and with the nation of the Jews at sea and on land for ever, and may sword and enemy be far from them. | |
| 24 | ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν, |
If war comes first to Rome or to any of their allies in all their dominion, | |
| 25 | συμμαχήσει τὸ ἔθνος τῶν Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογράφῃ αὐτοῖς, καρδίᾳ πλήρει· |
the nation of the Jews shall act as their allies wholeheartedly, as the occasion may indicate to them. | |
| 26 | καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες. |
And to the enemy who makes war they shall not give or supply grain, arms, money, or ships, as Rome has decided; and they shall keep their obligations without receiving any return. | |
| 27 | κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ; |
In the same way, if war comes first to the nation of the Jews, the Romans shall willingly act as their allies, as the occasion may indicate to them. | |
| 28 | καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου. - |
And to the enemy allies shall be given no grain, arms, money, or ships, as Rome has decided; and they shall keep these obligations and do so without deceit. | |
| 29 | κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ιουδαίων. |
Thus on these terms the Romans make a treaty with the Jewish people. | |
| 30 | ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἂν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια. |
If after these terms are in effect both parties shall determine to add or delete anything, they shall do so at their discretion, and any addition or deletion that they may make shall be valid. | |
| 31 | καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους; |
"And concerning the wrongs which King Demetrius is doing to them we have written to him as follows, `Why have you made your yoke heavy upon our friends and allies the Jews? | |
| 32 | ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς. |
If now they appeal again for help against you, we will defend their rights and fight you on sea and on land.'" | |
| |
|
<< | 1 Maccabees: 8 | >> |
|