katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | Search---> the Old Testament in Greek - GREEK TEXT           
5 ΜΑΚΚΑΒΑΙΩΝ Α1 MACCABEES - Brenton|RSVReference
1Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα When the Gentiles round about heard that the altar had been built and the sanctuary dedicated as it was before, they became very angry, Wars with neighbouring nations. 1Mace.5.1-68 | 2Mace.10.14-33  | 2Mace.12.10-45
2καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. and they determined to destroy the descendants of Jacob who lived among them. So they began to kill and destroy among the people.  
3καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. But Judas made war on the sons of Esau in Idumea, at Akrabattene, because they kept lying in wait for Israel. He dealt them a heavy blow and humbled them and despoiled them.  
4καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· He also remembered the wickedness of the sons of Baean, who were a trap and a snare to the people and ambushed them on the highways.  
5καὶ συνεκλείσθησαν ὑπ' αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ' αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν. They were shut up by him in their towers; and he encamped against them, vowed their complete destruction, and burned with fire their towers and all who were in them.  
6καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· Then he crossed over to attack the Ammonites, where he found a strong band and many people with Timothy as their leader.  
7καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. He engaged in many battles with them and they were crushed before him; he struck them down.  
8καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν. He also took Jazer and its villages; then he returned to Judea.  
9Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα Now the Gentiles in Gilead gathered together against the Israelites who lived in their territory, and planned to destroy them. But they fled to the stronghold of Dathema,  
10καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἑπισυνηγμένα ἐστὶν ἐφ' ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς and sent to Judas and his brothers a letter which said, "The Gentiles around us have gathered together against us to destroy us.  
11καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· They are preparing to come and capture the stronghold to which we have fled, and Timothy is leading their forces.  
12νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, Now then come and rescue us from their hands, for many of us have fallen,  
13καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. and all our brethren who were in the land of Tob have been killed; the enemy have captured their wives and children and goods, and have destroyed about a thousand men there."  
14ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα While the letter was still being read, behold, other messengers, with their garments rent, came from Galilee and made a similar report;  
15λέγοντες ἐπισυνῆχθαι ἐπ' αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. they said that against them had gathered together men of Ptolemais and Tyre and Sidon, and all Galilee of the Gentiles, "to annihilate us."  
16ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ' αὐτῶν. When Judas and the people heard these messages, a great assembly was called to determine what they should do for their brethren who were in distress and were being attacked by enemies.  
17καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἑπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. Then Judas said to Simon his brother, "Choose your men and go and rescue your brethren in Galilee; I and Jonathan my brother will go to Gilead."  
18καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν But he left Joseph, the son of Zechariah, and Azariah, a leader of the people, with the rest of the forces, in Judea to guard it;  
19καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. and he gave them this command, "Take charge of this people, but do not engage in battle with the Gentiles until we return."  
20καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. Then three thousand men were assigned to Simon to go to Galilee, and eight thousand to Judas for Gilead.  
21καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, so Simon went to Galilee and fought many battles against the Gentiles, and the Gentiles were crushed before him.  
22καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. He pursued them to the gate of Ptolemais, and as many as three thousand of the Gentiles fell, and he despoiled them.  
23καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ' εὐφροσύνης μεγάλης. Then he took the Jews of Galilee and Arbatta, with their wives and children, and all they possessed, and led them to Judea with great rejoicing.  
24καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. Judas Maccabeus and Jonathan his brother crossed the Jordan and went three days' journey into the wilderness.  
25καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι They encountered the Nabateans, who met them peaceably and told them all that had happened to their brethren in Gilead 
26καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· "Many of them have been shut up in Bozrah and Bosor, in Alema and Chaspho, Maked and Carnaim" - all these cities were strong and large -  
27καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. "and some have been shut up in the other cities of Gilead; the enemy are getting ready to attack the strongholds tomorrow and take and destroy all these men in one day."  
28καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. Then Judas and his army quickly turned back by the wilderness road to Bozrah; and he took the city, and killed every male by the edge of the sword; then he seized all its spoils and burned it with fire.  
29καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα· He departed from there at night, and they went all the way to the stronghold of Dathema.  
30καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. At dawn they looked up, and behold, a large company, that could not be counted, carrying ladders and engines of war to capture the stronghold, and attacking the Jews within.  
31καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ, So Judas saw that the battle had begun and that the cry of the city went up to Heaven with trumpets and loud shouts,  
32καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν. and he said to the men of his forces, "Fight today for your brethren!"  
33καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ. Then he came up behind them in three companies, who sounded their trumpets and cried aloud in prayer.  
34καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. And when the army of Timothy realized that it was Maccabeus, they fled before him, and he dealt them a heavy blow. As many as eight thousand of them fell that day.  
35καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί. Next he turned aside to Alema, and fought against it and took it; and he killed every male in it, plundered it, and burned it with fire.  
36ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. From there he marched on and took Chaspho, Maked, and Bosor, and the other cities of Gilead.  
37μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου. After these things Timothy gathered another army and encamped opposite Raphon, on the other side of the stream.  
38καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἑπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα· Judas sent men to spy out the camp, and they reported to him, "All the Gentiles around us have gathered to him; it is a very large force.  
39καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν. They also have hired Arabs to help them, and they are encamped across the stream, ready to come and fight against you." And Judas went to meet them.  
40καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἑὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· Now as Judas and his army drew near to the stream of water, Timothy said to the officers of his forces, "If he crosses over to us first, we will not be able to resist him, for he will surely defeat us.  
41ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν. But if he shows fear and camps on the other side of the river, we will cross over to him and defeat him."  
42ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον. When Judas approached the stream of water, he stationed the scribes of the people at the stream and gave them this command, "Permit no man to encamp, but make them all enter the battle."  
43καὶ διεπέρασεν ἐπ' αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν. Then he crossed over against them first, and the whole army followed him. All the Gentiles were defeated before him, and they threw away their arms and fled into the sacred precincts at Carnaim.  
44καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου. But he took the city and burned the sacred precincts with fire, together with all who were in them. Thus Carnaim was conquered; they could stand before Judas no longer.  
45καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα. Then Judas gathered together all the Israelites in Gilead, the small and the great, with their wives and children and goods, a very large company, to go to the land of Judah.  
46καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ' αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ' ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· So they came to Ephron. This was a large and very strong city on the road, and they could not go round it to the right or to the left; they had to go through it.  
47καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. But the men of the city shut them out and blocked up the gates with stones.  
48καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. And Judas sent them this friendly message, "Let us pass through your land to get to our land. No one will do you harm; we will simply pass by on foot." But they refused to open to him.  
49καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ· Then Judas ordered proclamation to be made to the army that each should encamp where he was.  
50καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ. So the men of the forces encamped, and he fought against the city all that day and all the night, and the city was delivered into his hands.  
51καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. He destroyed every male by the edge of the sword, and razed and plundered the city. Then he passed through the city over the slain.  
52καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν. And they crossed the Jordan into the large plain before Beth-shan.  
53καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα. And Judas kept rallying the laggards and encouraging the people all the way till he came to the land of Judah.  
54καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. So they went up to Mount Zion with gladness and joy, and offered burnt offerings, because not one of them had fallen before they returned in safety.  
55Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος, Now while Judas and Jonathan were in Gilead and Simon his brother was in Galilee before Ptolemais,  
56ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, Joseph, the son of Zechariah, and Azariah, the commanders of the forces, heard of their brave deeds and of the heroic war they had fought.  
57καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. So they said, "Let us also make a name for ourselves; let us go and make war on the Gentiles around us."  
58καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ' αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν. And they issued orders to the men of the forces that were with them, and they marched against Jamnia.  
59καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. And Gorgias and his men came out of the city to meet them in battle.  
60καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας. Then Joseph and Azariah were routed, and were pursued to the borders of Judea; as many as two thousand of the people of Israel fell that day.  
61καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι· Thus the people suffered a great rout because, thinking to do a brave deed, they did not listen to Judas and his brothers.  
62αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν. But they did not belong to the family of those men through whom deliverance was given to Israel.  
63Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· The man Judas and his brothers were greatly honoured in all Israel and among all the Gentiles, wherever their name was heard.  
64καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. Men gathered to them and praised them.  
65καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν. Then Judas and his brothers went forth and fought the sons of Esau in the land to the south. He struck Hebron and its villages and tore down its strongholds and burned its towers round about.  
66καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν. Then he marched off to go into the land of the Philistines, and passed through Marisa.  
67ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως. On that day some priests, who wished to do a brave deed, fell in battle, for they went out to battle unwisely.  
68καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα. But Judas turned aside to Azotus in the land of the Philistines; he tore down their altars, and the graven images of their gods he burned with fire; he plundered the cities and returned to the land of Judah.  
    << | 1 Maccabees: 5 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.