katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | Search---> the Old Testament in Greek - GREEK TEXT           
3 ΜΑΚΚΑΒΑΙΩΝ Α1 MACCABEES - Brenton|RSVReference
1Καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. Then Judas his son, who was called Maccabeus, took command in his place. Judas Maccabaeus - early victories. 1Mace.3.1-26 | 2Mace.8.1-7 
2καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐφροσύνης. All his brothers and all who had joined his father helped him; they gladly fought for Israel.  
3καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ
καὶ ἐνεδύσατο θώρακα ὡς γίγας
καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ
καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.
He extended the glory of his people.
Like a giant he put on his breastplate;
he girded on his armor of war and waged battles,
protecting the host by his sword.
 
4καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ
καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.
He was like a lion in his deeds,
like a lion's cub roaring for prey.
 
5καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν
καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν.
He searched out and pursued the lawless;
he burned those who troubled his people.
 
6καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ,
καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν,
καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.
Lawless men shrank back for fear of him;
all the evildoers were confounded;
and deliverance prospered by his hand.
 
7καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς
καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ,
καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.
He embittered many kings,
but he made Jacob glad by his deeds,
and his memory is blessed for ever.
 
8καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα
καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς
καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ
He went through the cities of Judah;
he destroyed the ungodly out of the land;
thus he turned away wrath from Israel.
 
9καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς
καὶ συνήγαγεν ἀπολλυμένους.
He was renowned to the ends of the earth;
he gathered in those who were perishing.
 
10Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ. But Apollonius gathered together Gentiles and a large force from Samaria to fight against Israel.  
11καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον. When Judas learned of it, he went out to meet him, and he defeated and killed him. Many were wounded and fell, and the rest fled.  
12καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. Then they seized their spoils; and Judas took the sword of Apollonius, and used it in battle the rest of his life.  
13καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ' αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον, Now when Seron, the commander of the Syrian army, heard that Judas had gathered a large company, including a body of faithful men who stayed with him and went out to battle,  
14καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. he said, "I will make a name for myself and win honour in the kingdom. I will make war on Judas and his companions, who scorn the king's command."  
15καὶ προσέθετο καὶ ἀνέβη μετ' αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. And again a strong army of ungodly men went up with him to help him, to take vengeance on the sons of Israel.  
16καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. When he approached the ascent of Beth-horon, Judas went out to meet him with a small company.  
17ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. But when they saw the army coming to meet them, they said to Judas, "How can we, few as we are, fight against so great and strong a multitude? And we are faint, for we have eaten nothing today."  
18καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· Judas replied, "It is easy for many to be hemmed in by few, for in the sight of Heaven there is no difference between saving by many or by few.  
19ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ' ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. It is not on the size of the army that victory in battle depends, but strength comes from Heaven.  
20αὐτοὶ ἔρχονται ἐφ' ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς, They come against us in great pride and lawlessness to destroy us and our wives and our children, and to despoil us;  
21ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. but we fight for our lives and our laws.  
22καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ' αὐτῶν. He himself will crush them before us; as for you, do not be afraid of them."  
23ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. When he finished speaking, he rushed suddenly against Seron and his army, and they were crushed before him.  
24καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ' αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ. They pursued them down the descent of Beth-horon to the plain; eight hundred of them fell, and the rest fled into the land of the Philistines.  
25καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν· Then Judas and his brothers began to be feared, and terror fell upon the Gentiles round about them.  
26καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη. His fame reached the king, and the Gentiles talked of the battles of Judas.  
27Ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα. When king Antiochus heard these reports, he was greatly angered; and he sent and gathered all the forces of his kingdom, a very strong army. Antiochus appoints Lysias as Governor of the Levant. 1Mace.3.27-37
28καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν. And he opened his coffers and gave a year's pay to his forces, and ordered them to be ready for any need.  
29καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ' ἡμερῶν τῶν πρώτων, Then he saw that the money in the treasury was exhausted, and that the revenues from the country were small because of the dissension and disaster which he had caused in the land by abolishing the laws that had existed from the earliest days.  
30καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσθεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν, He feared that he might not have such funds as he had before for his expenses and for the gifts which he used to give more lavishly than preceding kings.  
31καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ. He was greatly perplexed in mind, and determined to go to Persia and collect the revenues from those regions and raise a large fund.  
32καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου He left Lysias, a distinguished man of royal lineage, in charge of the king's affairs from the river Euphrates to the borders of Egypt.  
33καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν· Lysias was also to take care of Antiochus his son until he returned.  
34καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ And he turned over to Lysias half of his troops and the elephants, and gave him orders about all that he wanted done. As for the residents of Judea and Jerusalem,  
35ἀποστεῖλαι ἐπ' αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου Lysias was to send a force against them to wipe out and destroy the strength of Israel and the remnant of Jerusalem; he was to banish the memory of them from the place,  
36καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. settle aliens in all their territory, and distribute their land.  
37καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. Then the king took the remaining half of his troops and departed from Antioch his capital in the one hundred and forty-seventh year. He crossed the Euphrates river and went through the upper provinces.  
38Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως, Lysias chose Ptolemy the son of Dorymenes, and Nicanor and Gorgias, mighty men among the friends of the king, Victories of Judas Maccabaeus. 1Mace.3.38-4.25 | 2Mace.8.8-29  | 2Mace.8.34-36
39καὶ ἀπέστειλεν μετ' αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως. and sent with them forty thousand infantry and seven thousand cavalry to go into the land of Judah and destroy it, as the king had commanded.  
40καὶ ἀπῆρεν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τῇ γῇ τῇ πεδινῇ. so they departed with their entire force, and when they arrived they encamped near Emmaus in the plain.  
41καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας. καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων. When the traders of the region heard what was said to them, they took silver and gold in immense amounts, and fetters, and went to the camp to get the sons of Israel for slaves. And forces from Syria and the land of the Philistines joined with them. 
42καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν, Now Judas and his brothers saw that misfortunes had increased and that the forces were encamped in their territory. They also learned what the king had commanded to do to the people to cause their final destruction.  
43καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων. But they said to one another, "Let us repair the destruction of our people, and fight for our people and the sanctuary."  
44καὶ ἠθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεος καὶ οἰκτιρμούς. And the congregation assembled to be ready for battle, and to pray and ask for mercy and compassion.  
45καὶ Ιερουσαλημ ἦν ἀοίκητος ὡς ἔρημος,
οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς,
καὶ τὸ ἁγίασμα καταπατούμενον,
καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ,
κατάλυμα τοῖς ἔθνεσιν·
καὶ ἐξήρθη τέρψις ἐξ Ιακωβ,
καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα.
Jerusalem was uninhabited like a wilderness;
not one of her children went in or out.
The sanctuary was trampled down,
and the sons of aliens held the citadel;
it was a lodging place for the Gentiles.
Joy was taken from Jacob;
the flute and the harp ceased to play.
 
46καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφα κατέναντι Ιερουσαλημ, ὅτι τόπος προσευχῆς ἦν ἐν Μασσηφα τὸ πρότερον τῷ Ισραηλ. So they assembled and went to Mizpah, opposite Jerusalem, because Israel formerly had a place of prayer in Mizpah.  
47καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. They fasted that day, put on sackcloth and sprinkled ashes on their heads, and rent their clothes.  
48καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν. And they opened the book of the law to inquire into those matters about which the Gentiles were consulting the images of their idols.  
49καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, They also brought the garments of the priesthood and the first fruits and the tithes, and they stirred up the Nazirites who had completed their days;  
50καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες

Τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν,

and they cried aloud to Heaven, saying,
    "What shall we do with these?
    Where shall we take them?
 
51καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται
καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει;
Thy sanctuary is trampled down and profaned,
and thy priests mourn in humiliation.
 
52καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ' ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφ' ἡμᾶς. And behold, the Gentiles are assembled against us to destroy us;
thou knowest what they plot against us.
 
53πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν,
ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν;
How will we be able to withstand them,
if thou dost not help us?"
 
54καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν φωνῇ μεγάλῃ. Then they sounded the trumpets and gave a loud shout.  
55καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. After this Judas appointed leaders of the people, in charge of thousands and hundreds and fifties and tens.  
56καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον. And he said to those who were building houses, or were betrothed, or were planting vineyards, or were fainthearted, that each should return to his home, according to the law.  
57καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενέβαλον κατὰ νότον Αμμαους. Then the army marched out and encamped to the south of Emmaus.  
58καὶ εἶπεν Ιουδας Περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς πρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφ' ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν· And Judas said, "Gird yourselves and be valiant. Be ready early in the morning to fight with these Gentiles who have assembled against us to destroy us and our sanctuary.  
59ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων. It is better for us to die in battle than to see the misfortunes of our nation and of the sanctuary.  
60ὡς δ' ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει. But as his will in heaven may be, so he will do."  
    << | 1 Maccabees: 3 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.