katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | Search---> the Old Testament in Greek - GREEK TEXT           
14 ΜΑΚΚΑΒΑΙΩΝ Α1 MACCABEES - Brenton|RSVReference
1Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα. In the one hundred and seventy-second year Demetrius the king assembled his forces and marched into Media to secure help, so that he could make war against Trypho. In praise of Simon. 1Mace.14.1-49
2καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα. When Arsaces the king of Persia and Media heard that Demetrius had invaded his territory, he sent one of his commanders to take him alive.  
3καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ. And he went and defeated the army of Demetrius, and seized him and took him to Arsaces, who put him under guard.  
4Καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος,
καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ,
καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
The land had rest all the days of Simon.
He sought the good of his nation;
his rule was pleasing to them,
as was the honour shown him, all his days.
 
5καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα
καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης.
To crown all his honours he took Joppa for a harbour,
and opened a way to the isles of the sea.
 
6καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ
καὶ ἐκράτησεν τῆς χώρας.
He extended the borders of his nation,
and gained full control of the country.
 
7καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν
καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας·
καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς,
καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ.
He gathered a host of captives;
he ruled over Gazara and Beth-zur and the citadel,
and he removed its uncleanness from it;
and there was none to oppose him.
 
8καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ' εἰρήνης,
καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς
καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν.
They tilled their land in peace;
the ground gave its increase,
and the trees of the plains their fruit.
 
9πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο,
πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο,
καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου.
Old men sat in the streets;
they all talked together of good things;
and the youths donned the glories and garments of war.
 
10ταῖς πόλεσιν ἐχορήγησεν βρώματα
καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως,
ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς.
He supplied the cities with food,
and furnished them with the means of defence,
till his renown spread to the ends of the earth.
 
11ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς,
καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην.
He established peace in the land,
and Israel rejoiced with great joy.
 
12καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ
καὶ τὴν συκῆν αὐτοῦ,
καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς.
Each man sat under his vine and his fig tree,
and there was none to make them afraid.
 
13καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς,
καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις.
No one was left in the land to fight them,
and the kings were crushed in those days.
 
14καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ·
τὸν νόμον ἐξεζήτησεν
καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν·
He strengthened all the humble of his people;
he sought out the law,
and did away with every lawless and wicked man.
 
15τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων.
He made the sanctuary glorious,
and added to the vessels of the sanctuary.
 
16Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. It was heard in Rome, and as far away as Sparta, that Jonathan had died, and they were deeply grieved.  
17ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, When they heard that Simon his brother had become high priest in his place, and that he was ruling over the country and the cities in it,  
18ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ. they wrote to him on bronze tablets to renew with him the friendship and alliance which they had established with Judas and Jonathan his brothers.  
19καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ. And these were read before the assembly in Jerusalem.  
20καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν. This is a copy of the letter which the Spartans sent:

"The rulers and the city of the Spartans to Simon the high priest and to the elders and the priests and the rest of the Jewish people, our brethren, greeting.

 
21οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. The envoys who were sent to our people have told us about your glory and honour, and we rejoiced at their coming.  
22καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν. And what they said we have recorded in our public decrees, as follows, `Numenius the son of Antiochus and Antipater the son of Jason, envoys of the Jews, have come to us to renew their friendship with us.  
23καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ. It has pleased our people to receive these men with honour and to put a copy of their words in the public archives, so that the people of the Spartans may have a record of them. And they have sent a copy of this to Simon the high priest.'"  
24Μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν. After this Simon sent Numenius to Rome with a large gold shield weighing a thousand minas, to confirm the alliance with the Romans.  
25Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ; When the people heard these things they said, "How shall we thank Simon and his sons?  
26ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ' αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων. For he and his brothers and the house of his father have stood firm; they have fought and repulsed Israel's enemies and established its freedom."  
27καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς Ὀκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ - καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ - So they made a record on bronze tablets and put it upon pillars on Mount Zion.
This is a copy of what they wrote:

'On the eighteenth day of Elul, in the one hundred and seventy-second year, which is the third year of the great high priest Simon,

 
28ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν· in Asaramel, in the great assembly of the priests and the people and the rulers of the nation and the elders of the country, the following was proclaimed to us: 
29ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν. "Since wars often occurred in the country, Simon the son of Mattathias, a priest of the sons of Joarib, and his brothers, exposed themselves to danger and resisted the enemies of their nation, in order that their sanctuary and the law might be perserved; and they brought great glory to their nation.  
30καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ, Jonathan rallied the nation, and became their high priest, and was gathered to his people.  
31καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν· And when their enemies decided to invade their country and lay hands on their sanctuary,  
32τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια then Simon rose up and fought for his nation. He spent great sums of his own money; he armed the men of his nation's forces and paid them wages.  
33καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ιουδαίους. He fortified the cities of Judea, and Beth-zur on the borders of Judea, where formerly the arms of the enemy had been stored, and he placed there a garrison of Jews.  
34καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον, καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορθώσει, ἔθετο ἐν αὐτοῖς. He also fortified Joppa, which is by the sea, and Gazara, which is on the borders of Azotus, where the enemy formerly dwelt. He settled Jews there, and provided in those cities whatever was necessary for their restoration.  
35καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησεν τῷ ἔθνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ. "The people saw Simon's faithfulness and the glory which he had resolved to win for his nation, and they made him their leader and high priest, because he had done all these things and because of the justice and loyalty which he had maintained toward his nation. He sought in every way to exalt his people.  
36καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ, οἳ ἐποίησαν αὑτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ. And in his days things prospered in his hands, so that the Gentiles were put out of the country, as were also the men in the city of David in Jerusalem, who had built themselves a citadel from which they used to sally forth and defile the environs of the sanctuary and do great damage to its purity.  
37καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ. He settled Jews in it, and fortified it for the safety of the country and of the city, and built the walls of Jerusalem higher.  
38καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα "In view of these things King Demetrius confirmed him in the high priesthood,  
39καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ. and he made him one of the king's friends and paid him high honours.  
40ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως, For he had heard that the Jews were addressed by the Romans as friends and allies and brethren, and that the Romans had received the envoys of Simon with honour.  
41καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν "And the Jews and their priests decided that Simon should be their leader and high priest for ever, until a trustworthy prophet should arise,  
42καὶ τοῦ εἶναι ἐπ' αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι δι' αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων, and that he should be governor over them and that he should take charge of the sanctuary and appoint men over its tasks and over the country and the weapons and the strongholds, and that he should take charge of the sanctuary,  
43καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ· and that he should be obeyed by all, and that all contracts in the country should be written in his name, and that he should be clothed in purple and wear gold.  
44καὶ οὐκ ἐξέσται οὐθενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ' αὐτοῦ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν· "And none of the people or priests shall be permitted to nullify any of these decisions or to oppose what he says, or to convene an assembly in the country without his permission, or to be clothed in purple or put on a gold buckle.  
45ὃς δ' ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται. Whoever acts contrary to these decisions or nullifies any of them shall be liable to punishment."  
46καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους. And all the people agreed to grant Simon the right to act in accord with these decisions.  
47καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων. So Simon accepted and agreed to be high priest, to be commander and ethnarch of the Jews and priests, and to be protector of them all.  
48καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, And they gave orders to inscribe this decree upon bronze tablets, to put them up in a conspicuous place in the precincts of the sanctuary,  
49τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ. and to deposit copies of them in the treasury, so that Simon and his sons might have them.  
    << | 1 Maccabees: 14 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.