| 11 |
ΜΑΚΚΑΒΑΙΩΝ Α | 1 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. |
Then the king of Egypt gathered great forces, like the sand by the seashore, and many ships; and he tried to get possession of Alexander's kingdom by trickery and add it to his own kingdom. | The fall of Alexander Epiphanes. 1Mace.11.1-19 |
| 2 | καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι· |
He set out for Syria with peaceable words, and the people of the cities opened their gates to him and went to meet him, for Alexander the king had commanded them to meet him, since he was Alexander's father-in-law. | |
| 3 | ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει. |
But when Ptolemy entered the cities he stationed forces as a garrison in each city. | |
| 4 | ὡς δὲ ἤγγισαν Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. |
When he approached Azotus, they showed him the temple of Dagon burned down, and Azotus and its suburbs destroyed, and the corpses lying about, and the charred bodies of those whom Jonathan had burned in the war, for they had piled them in heaps along his route. | |
| 5 | καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. |
They also told the king what Jonathan had done, to throw blame on him; but the king kept silent. | |
| 6 | καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ. |
Jonathan met the king at Joppa with pomp, and they greeted one another and spent the night there. | |
| 7 | καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἑλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ. |
And Jonathan went with the king as far as the river called Eleutherus; then he returned to Jerusalem. | |
| 8 | ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς. |
So King Ptolemy gained control of the coastal cities as far as Seleucia by the sea, and he kept devising evil designs against Alexander. | |
| 9 | καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων Δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν εἶχεν Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· |
He sent envoys to Demetrius the king, saying, "Come, let us make a covenant with each other, and I will give you in marriage my daughter who was Alexander's wife, and you shall reign over your father's kingdom. | |
| 10 | μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με. |
For I now regret that I gave him my daughter, for he has tried to kill me." | |
| 11 | καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· |
He threw blame on Alexander because he coveted his kingdom. | |
| 12 | καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ, καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. |
So he took his daughter away from him and gave her to Demetrius. He was estranged from Alexander, and their enmity became manifest. | |
| 13 | καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας. |
Then Ptolemy entered Antioch and put on the crown of Asia. Thus he put two crowns upon his head, the crown of Egypt and that of Asia. | |
| 14 | Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. |
Now Alexander the king was in Cilicia at that time, because the people of that region were in revolt. | |
| 15 | καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ' αὐτὸν ἐν πολέμῳ. καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν· |
And Alexander heard of it and came against him in battle. Ptolemy marched out and met him with a strong force, and put him to flight. | |
| 16 | καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ, ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. |
So Alexander fled into Arabia to find protection there, and King Ptolemy was exalted. | |
| 17 | καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ. |
And Zabdiel the Arab cut off the head of Alexander and sent it to Ptolemy. | |
| 18 | καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν. |
But King Ptolemy died three days later, and his troops in the strongholds were killed by the inhabitants of the strongholds. | |
| 19 | καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. |
So Demetrius became king in the one hundred and sixty-seventh year. | |
| 20 | Ἑν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ' αὐτὴν μηχανὰς πολλάς. |
In those days Jonathan assembled the men of Judea to attack the citadel in Jerusalem, and he built many engines of war to use against it. | Jonathan wins the Favour of Demetrius II (Nicator). 1Mace.11.20-37 |
| 21 | καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν. |
But certain lawless men who hated their nation went to the king and reported to him that Jonathan was besieging the citadel. | |
| 22 | καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην. |
When he heard this he was angry, and as soon as he heard it he set out and came to Ptolemais; and he wrote Jonathan not | |
| 23 | ὡς δὲ ἤκουσεν Ιωναθαν, ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ· |
When Jonathan heard this, he gave orders to continue the siege; and he chose some of the elders of Israel and some of the priests, and put himself in danger, | |
| 24 | καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ. |
for he went to the king at Ptolemais, taking silver and gold and clothing and numerous other gifts. And he won his favour. | |
| 25 | καὶ ἐνετύγχανον κατ' αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους. |
Although certain lawless men of his nation kept making complaints against him, | |
| 26 | καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων. |
the king treated him as his predecessors had treated him; he exalted him in the presence of all his friends. | |
| 27 | καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι. |
He confirmed him in the high priesthood and in as many other honours as he had formerly had, and made him to be regarded as one of his chief friends. | |
| 28 | καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. |
Then Jonathan asked the king to free Judea and the three districts of Samaria from tribute, and promised him three hundred talents. | |
| 29 | καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον |
The king consented, and wrote a letter to Jonathan about all these things; its contents were as follows | |
| 30 | Βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων. |
"King Demetrius to Jonathan his brother and to the nation of the Jews, greeting. | |
| 31 | τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς, ὅπως εἰδῆτε. |
This copy of the letter which we wrote concerning you to Lasthenes our kinsman we have written to you also, so that you may know what it says. | |
| 32 | Βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. |
`King Demetrius to Lasthenes his father, greeting. | |
| 33 | τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς. |
To the nation of the Jews, who are our friends and fulfil their obligations to us, we have determined to do good, because of the good will they show toward us. | |
| 34 | ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν· προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ' αὐτῶν τὸ πρότερον κατ' ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων. |
We have confirmed as their possession both the territory of Judea and the three districts of Aphairema and Lydda and Rathamin; the latter, with all the region bordering them, were added to Judea from Samaria. To all those who offer sacrifice in Jerusalem, we have granted release from the royal taxes which the king formerly received from them each year, from the crops of the land and the fruit of the trees. | |
| 35 | καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκέσομεν αὐτοῖς. |
And the other payments henceforth due to us of the tithes, and the taxes due to us, and the salt pits and the crown taxes due to us - from all these we shall grant them release. | |
| 36 | καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. |
And not one of these grants shall be canceled from this time forth for ever. | |
| 37 | νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον, καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ. |
Now therefore take care to make a copy of this, and let it be given to Jonathan and put up in a conspicuous place on the holy mountain.'" | |
| 38 | Καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων. |
Now when Demetrius the king saw that the land was quiet before him and that there was no opposition to him, he dismissed all his troops, each man to his own place, except the foreign troops which he had recruited from the islands of the nations. So all the troops who had served his fathers hated him. | Jonathan helps Demetrius II. 1Mace.11.38-53 |
| 39 | Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα, ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου. |
Now Trypho had formerly been one of Alexander's supporters. He saw that all the troops were murmuring against Demetrius. So he went to Imalkue the Arab, who was bringing up Antiochus, the young son of Alexander, | |
| 40 | καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν, ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. |
and insistently urged him to hand Antiochus over to him, to become king in place of his father. He also reported to Imalkue what Demetrius had done and told of the hatred which the troops of Demetrius had for him; and he stayed there many days. | |
| 41 | καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ. |
Now Jonathan sent to Demetrius the king the request that he remove the troops of the citadel from Jerusalem, and the troops in the strongholds; for they kept fighting against Israel. | |
| 42 | καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων Οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω· |
And Demetrius sent this message to Jonathan, "Not only will I do these things for you and your nation, but I will confer great honour on you and your nation, if I find an opportunity. | |
| 43 | νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. |
Now then you will do well to send me men who will help me, for all my troops have revolted." | |
| 44 | καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν, καὶ ἦλθον πρὸς τὸν βασιλέα, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. |
So Jonathan sent three thousand stalwart men to him at Antioch, and when they came to the king, the king rejoiced at their arrival. | |
| 45 | καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. |
Then the men of the city assembled within the city, to the number of a hundred and twenty thousand, and they wanted to kill the king. | |
| 46 | καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν. |
But the king fled into the palace. Then the men of the city seized the main streets of the city and began to fight. | |
| 47 | καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα· |
So the king called the Jews to his aid, and they all rallied about him and then spread out through the city; and they killed on that day as many as a hundred thousand men. | |
| 48 | καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα. |
They set fire to the city and seized much spoil on that day, and they saved the king. | |
| 49 | καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες |
When the men of the city saw that the Jews had gained control of the city as they pleased, their courage failed and they cried out to the king with this entreaty, | |
| 50 | Δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. |
"Grant us peace, and make the Jews stop fighting against us and our city." | |
| 51 | καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην. καὶ ἐδοξάσθησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά. |
And they threw down their arms and made peace. So the Jews gained glory in the eyes of the king and of all the people in is kingdom, and they returned to Jerusalem with much spoil. | |
| 52 | καὶ ἐκάθισεν Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ. |
So Demetrius the king sat on the throne of his kingdom, and the land was quiet before him. | |
| 53 | καὶ ἐψεύσατο πάντα, ὅσα εἶπεν, καὶ ἠλλοτριώθη τῷ Ιωναθαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα. |
But he broke his word about all that he had promised; and he became estranged from Jonathan and did not repay the favours which Jonathan had done him, but oppressed him greatly. | |
| 54 | Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετ' αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα. |
After this Trypho returned, and with him the young boy Antiochus who began to reign and put on the crown. | Jonathan supports Antiochus VI (Epiphanes). 1Mace.11.54-74 |
| 55 | καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγεν καὶ ἐτροπώθη. |
All the troops that Demetrius had cast off gathered around him, and they fought against Demetrius, and he fled and was routed. | |
| 56 | καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας. |
And Trypho captured the elephants and gained control of Antioch. | |
| 57 | καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ιωναθη λέγων Ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως. |
Then the young Antiochus wrote to Jonathan, saying, "I confirm you in the high priesthood and set you over the four districts and make you one of the friends of the king." | |
| 58 | καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· |
And he sent him gold plate and a table service, and granted him the right to drink from gold cups and dress in purple and wear a gold buckle. | |
| 59 | καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. |
Simon his brother he made governor from the Ladder of Tyre to the borders of Egypt. | |
| 60 | καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν· καὶ ἦλθεν εἰς Ἀσκαλῶνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. |
Then Jonathan set forth and traveled beyond the river and among the cities, and all the army of Syria gathered to him as allies. When he came to Askalon, the people of the city met him and paid him honour. | |
| 61 | καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά. |
From there he departed to Gaza, but the men of Gaza shut him out. So he beseiged it and burned its suburbs with fire and plundered them. | |
| 62 | καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ· καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ. |
Then the people of Gaza pleaded with Jonathan, and he made peace with them, and took the sons of their rulers as hostages and sent them to Jerusalem. And he passed through the country as far as Damascus. | |
| 63 | καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. |
Then Jonathan heard that the officers of Demetrius had come to Kadesh in Galilee with a large army, intending to remove him from office. | |
| 64 | καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. |
He went to meet them, but left his brother Simon in the country. | |
| 65 | καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. |
Simon encamped before Beth-zur and fought against it for many days and hemmed it in. | |
| 66 | καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ' αὐτὴν φρουράν. |
Then they asked him to grant them terms of peace, and he did so. He removed them from there, took possession of the city, and set a garrison over it. | |
| 67 | καὶ Ιωναθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ· καὶ ὤρθρισαν τὸ πρωῒ εἰς τὸ πεδίον Ασωρ. |
Jonathan and his army encamped by the waters of Gennesaret. Early in the morning they marched to the plain of Hazor, | |
| 68 | καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ' αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας. |
and behold, the army of the foreigners met him in the plain; they had set an ambush against him in the mountains, but they themselves met him face to face. | |
| 69 | τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. |
Then the men in ambush emerged from their places and joined battle. | |
| 70 | καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες, οὐδὲ εἷς κατελείφθη ἀπ' αὐτῶν πλὴν Ματταθιας ὁ τοῦ Αψαλωμου καὶ Ιουδας ὁ τοῦ Χαλφι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. |
All the men with Jonathan fled; not one of them was left except Mattathias the son of Absalom and Judas the son of Chalphi, commanders of the forces of the army. | |
| 71 | καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο. |
Jonathan rent his garments and put dust on his head, and prayed. | |
| 72 | καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. |
Then he turned back to the battle against the enemy and routed them, and they fled. | |
| 73 | καὶ εἶδον οἱ φεύγοντες παρ' αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ' αὐτὸν καὶ ἐδίωκον μετ' αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. |
When his men who were fleeing saw this, they returned to him and joined him in the pursuit as far as Kadesh, to their camp, and there they encamped. | |
| 74 | καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ. |
As many as three thousand of the foreigners fell that day. And Jonathan returned to Jerusalem. | |
| |
|
<< | 1 Maccabees: 11 | >> |
|