katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
katapi HOME | about 1 MACCABEES | Septuagint: Introduction | Contents | notes | Search---> the Septuagint GREEK TEXT

1ΜΑΚΚΑΒΑΙΩΝ Α1 MACCABEES (Revised Standard Version)Reference

1Καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ, πρότερον ἐπὶ τὴν Ἑλλάδα. After Alexander son of Philip, the Macedonian, who came from the land of Kittim, had defeated Darius, king of the Persians and the Medes, he succeeded him as king. (He had previously become king of Greece.)MACCABEES 1. Alexander the Great. 1Mace.1.1-9
2καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς· He fought many battles, conquered strongholds, and put to death the kings of the earth. 
3καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ. He advanced to the ends of the earth, and plundered many nations. When the earth became quiet before him, he was exalted, and his heart was lifted up. 
4καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. He gathered a very strong army and ruled over countries, nations, and princes, and they became tributary to him. 
5καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνῄσκει. After this he fell sick and perceived that he was dying. 
6καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος. So he summoned his most honored officers, who had been brought up with him from youth, and divided his kingdom among them while he was still alive. 
7καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν. And after Alexander had reigned twelve years, he died. 
8καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. Then his officers began to rule, each in his own place. 
9καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ. They all put on crowns after his death, and so did their sons after them for many years; and they caused many evils on the earth. 
10καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἑπιφανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων. From them came forth a sinful root, Antiochus Epiphanes, son of Antiochus the king; he had been a hostage in Rome. He began to reign in the one hundred and thirty-seventh year of the kingdom of the Greeks.Antiochus IV Epiphanes & the renegade Jews. (175 BCE) 1Mace.1.10-15 | 2Mace.4.7-17 
11Ἑν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ' ἧς ἐχωρίσθημεν ἀπ' αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά. In those days lawless men came forth from Israel, and misled many, saying, "Let us go and make a covenant with the Gentiles round about us, for since we separated from them many evils have come upon us." 
12καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν, This proposal pleased them, 
13καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν. and some of the people eagerly went to the king. He authorized them to observe the ordinances of the Gentiles. 
14καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν So they built a gymnasium in Jerusalem, according to Gentile custom, 
15καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν. and removed the marks of circumcision, and abandoned the holy covenant. They joined with the Gentiles and sold themselves to do evil. 
16Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου, καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας. When Antiochus saw that his kingdom was established, he determined to become king of the land of Egypt, that he might reign over both kingdoms.Antiochus attacks Egypt. 1Mace.1.16-19
17καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ So he invaded Egypt with a strong force, with chariots and elephants and cavalry and with a large fleet. 
18καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσον τραυματίαι πολλοί. He engaged Ptolemy king of Egypt in battle, and Ptolemy turned and fled before him, and many were wounded and fell. 
19καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου. And they captured the fortified cities in the land of Egypt, and he plundered the land of Egypt. 
20καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ. After subduing Egypt, Antiochus returned in the one hundred and forty-third year. He went up against Israel and came to Jerusalem with a strong force.Antiochus persecutes the Jews. (169 BCE) 1Mace.1.20-64
21καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς He arrogantly entered the sanctuary and took the golden altar, the lampstand for the light, and all its utensils. 
22καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα· He took also the table for the bread of the Presence, the cups for drink offerings, the bowls, the golden censers, the curtain, the crowns, and the gold decoration on the front of the temple; he stripped it all off. 
23καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρεν· He took the silver and the gold, and the costly vessels; he took also the hidden treasures which he found. 
24καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

καὶ ἐποίησεν φονοκτονίαν
καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην.

Taking them all, he departed to his own land.

He committed deeds of murder,
and spoke with great arrogance.

 
25καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν.
Israel mourned deeply in every community,
 
26καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι,
παρθένοι καὶ νεανίσκοι ἠσθένησαν,
καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.
rulers and elders groaned,
maidens and young men became faint,
the beauty of women faded.
 
27πᾶς νυμφίος ἀνέλαβεν θρῆνον,
καὶ καθημένη ἐν παστῷ ἐπένθει.
Every bridegroom took up the lament;
she who sat in the bridal chamber was mourning.
 
28καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν,
καὶ πᾶς ὁ οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην.
Even the land shook for its inhabitants,
and all the house of Jacob was clothed with shame.
 
29Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ιουδα, καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ. Two years later the king sent to the cities of Judah a chief collector of tribute, and he came to Jerusalem with a large force. 
30καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ. Deceitfully he spoke peaceable words to them, and they believed him; but he suddenly fell upon the city, dealt it a severe blow, and destroyed many people of Israel. 
31καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ. He plundered the city, burned it with fire, and tore down its houses and its surrounding walls. 
32καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν. And they took captive the women and children, and seized the cattle. 
33καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν. Then they fortified the city of David with a great strong wall and strong towers, and it became their citadel. 
34καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ. And they stationed there a sinful people, lawless men. These strengthened their position; 
35καὶ παρέθεντο ὅπλα καὶ τροφὴν καὶ συναγαγόντες τὰ σκῦλα Ιερουσαλημ ἀπέθεντο ἐκεῖ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα. they stored up arms and food, and collecting the spoils of Jerusalem they stored them there, and became a great snare. 
36καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι
καὶ εἰς διάβολον πονηρὸν τῷ Ισραηλ διὰ παντός.
It became an ambush against the sanctuary,
an evil adversary of Israel continually.
 
37καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος
καὶ ἐμόλυναν τὸ ἁγίασμα.
On every side of the sanctuary they shed innocent blood;
they even defiled the sanctuary.
 
38καὶ ἔφυγον οἱ κάτοικοι Ιερουσαλημ δι' αὐτούς,
καὶ ἐγένετο κατοικία ἀλλοτρίων·
καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς,
καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.
Because of them the residents of Jerusalem fled;
she became a dwelling of strangers;
she became strange to her offspring,
and her children forsook her.
 
39τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος,
αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος,
τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν,
ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.
Her sanctuary became desolate as a desert;
her feasts were turned into mourning,
her sabbaths into a reproach,
her honor into contempt.
 
40κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς,
καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.
Her dishonor now grew as great as her glory;
her exaltation was turned into mourning.
 
41Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα Then the king wrote to his whole kingdom that all should be one people, 
42καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως. and that each should give up his customs. 
43καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον. All the Gentiles accepted the command of the king. Many even from Israel gladly adopted his religion; they sacrificed to idols and profaned the sabbath. 
44καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς And the king sent letters by messengers to Jerusalem and the cities of Judah; he directed them to follow customs strange to the land, 
45καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς to forbid burnt offerings and sacrifices and drink offerings in the sanctuary, to profane sabbaths and feasts, 
46καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους, to defile the sanctuary and the priests, 
47οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ to build altars and sacred precincts and shrines for idols, to sacrifice swine and unclean animals, 
48καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει and to leave their sons uncircumcised. They were to make themselves abominable by everything unclean and profane, 
49ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα· so that they should forget the law and change all the ordinances. 
50καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸν λόγον τοῦ βασιλέως, ἀποθανεῖται. "And whoever does not obey the command of the king shall die." 
51κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ιουδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν. In such words he wrote to his whole kingdom. And he appointed inspectors over all the people and commanded the cities of Judah to offer sacrifice, city by city. 
52καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς, πᾶς ὁ ἐγκαταλείπων τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ Many of the people, every one who forsook the law, joined them, and they did evil in the land; 
53καὶ ἔθεντο τὸν Ισραηλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν. they drove Israel into hiding in every place of refuge they had. 
54καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς· Now on the fifteenth day of Chislev, in the one hundred and forty-fifth year, they erected a desolating sacrilege upon the altar of burnt offering. They also built altars in the surrounding cities of Judah, 
55καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων. and burned incense at the doors of the houses and in the streets. 
56καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες. The books of the law which they found they tore to pieces and burned with fire. 
57καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν. Where the book of the covenant was found in the possession of any one, or if any one adhered to the law, the decree of the king condemned him to death. 
58ἐν ἰσχύι αὐτῶν ἐποίουν τῷ Ισραηλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν. They kept using violence against Israel, against those found month after month in the cities. 
59καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου. And on the twenty-fifth day of the month they offered sacrifice on the altar which was upon the altar of burnt offering. 
60καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα According to the decree, they put to death the women who had their children circumcised, 
61καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς. and their families and those who circumcised them; and they hung the infants from their mothers' necks. 
62καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινὰ But many in Israel stood firm and were resolved in their hearts not to eat unclean food. 
63καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν, καὶ ἀπέθανον. They chose to die rather than to be defiled by food or to profane the holy covenant; and they did die. 
64καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σφόδρα. And very great wrath came upon Israel. 
    | 1 Maccabees: 1 | >>  

Notes:The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text.)
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica 1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.
© Paul Ingram 2006.