| 9 |
ΙΟΥΔΕΙΘ | JUDITH - Brenton|RSV | Reference |
| 1 | Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδιθ πρὸς κύριον καὶ εἶπεν |
Then Judith fell upon her face, and put ashes on her head, and uncovered the sackcloth she was wearing; and at the very time when that evening's incense was being offered in the house of God in Jerusalem, Judith cried out to the Lord with a loud voice, and said, | Judith's prayer. Jdth.9.1-14 |
| 2 | Κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεων, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ Οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν· |
"O Lord God of my father Simeon, to whom thou gavest a sword to take revenge on the strangers who had loosed the girdle of a virgin to defile her, and uncovered her thigh to put her to shame, and polluted her womb to disgrace her; for thou hast said, `It shall not be done' - yet they did it. | |
| 3 | ἀνθ' ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, ἀπατηθεῖσαν εἰς αἷμα καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν |
So thou gavest up their rulers to be slain, and their bed, which was ashamed of the deceit they had practiced, to be stained with blood, and thou didst strike down slaves along with princes, and princes on their thrones; | |
| 4 | καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας αὐτῶν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα αὐτῶν εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ θεὸς ὁ θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας. |
and thou gavest their wives for a prey and their daughters to captivity, and all their booty to be divided among thy beloved sons, who were zealous for thee, and abhorred the pollution of their blood, and called on thee for help - O God, my God, hear me also, a widow. | |
| 5 | σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης, |
"For thou hast done these things and those that went before and those that followed; thou hast designed the things that are now, and those that are to come. Yea, the things thou didst intend came to pass, | |
| 6 | καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν Ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει. |
and the things thou didst will presented themselves and said, `Lo, we are here'; for all they ways are prepared in advance, and thy judgment is with foreknowledge. | |
| 7 | ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ' ἵππῳ καὶ ἀναβάτῃ, ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσῳ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ κύριος συντρίβων πολέμους. |
"Behold now, the Assyrians are increased in their might; they are exalted, with their horses and riders; they glory in the strength of their foot soldiers; they trust in shield and spear, in bow and sling, and know not that thou art the Lord who crushest wars; the Lord is thy name. | |
| 8 | κύριος ὄνομά σοι· σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου. |
Break their strength by thy might, and bring down their power in thy anger; for they intend to defile thy sanctuary, and to pollute the tabernacle where thy glorious name rests, and to cast down the horn of thy altar with the sword. | |
| 9 | βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος. |
Behold their pride, and send thy wrath upon their heads; give to me, a widow, the strength to do what I plan. | |
| 10 | πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ' ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας. |
By the deceit of my lips strike down the slave with the prince and the prince with his servant; crush their arrogance by the hand of a woman. | |
| 11 | οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήμπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ. |
"For thy power depends not upon numbers, nor thy might upon men of strength; for thou art God of the lowly, helper of the oppressed, upholder of the weak, protector of the forlorn, saviour of those without hope. | |
| 12 | ναὶ ναὶ ὁ θεὸς τοῦ πατρός μου καὶ θεὸς κληρονομίας Ισραηλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου |
Hear, O hear me, God of my father, God of the inheritance of Israel, Lord of heaven and earth, Creator of the waters, King of all thy creation, hear my prayer! | |
| 13 | καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιων καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά. |
Make my deceitful words to be their wound and stripe, for they have planned cruel things against thy covenant, and against thy consecrated house, and against the top of Zion, and against the house possessed by thy children. | |
| 14 | καὶ ποίησον ἐπὶ παντὸς ἔθνους σου καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ θεὸς θεὸς πάσης δυνάμεως καὶ κράτους καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ισραηλ εἰ μὴ σύ. |
And cause thy whole nation and every tribe to know and understand that thou art God, the God of all power and might, and that there is no other who protects the people of Israel but thou alone!" | |
| |
|
<< | Judith: 9 | >> |
|