|
| 5 | ΙΟΥΔΕΙΘ | JUDITH (Revised Standard Version) | Reference |
|
| 1 | Καὶ ἀνηγγέλη Ολοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ασσουρ διότι οἱ υἱοὶ Ισραηλ παρεσκευάσαντο εἰς πόλεμον καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα. |
When Holofernes, the general of the Assyrian army, heard that the people of Israel had prepared for war and had closed the passes in the hills and fortified all the high hilltops and set up barricades in the plains, | The war council in the camp of Holofernes. Jdth.5.1-4 |
| 2 | καὶ ὠργίσθη θυμῷ σφόδρα καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μωαβ καὶ τοὺς στρατηγοὺς Αμμων καὶ πάντας σατράπας τῆς παραλίας |
he was very angry. So he called together all the princes of Moab and the commanders of Ammon and all the governors of the coastland, | |
| 3 | καὶ εἶπεν αὐτοῖς Ἀναγγείλατε δή μοι, υἱοὶ Χανααν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ, καὶ τίνες ἃς κατοικοῦσιν πόλεις, καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπ' αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν, |
and said to them, "Tell me, you Canaanites, what people is this that lives in the hill country? What cities do they inhabit? How large is their army, and in what does their power or strength consist? Who rules over them as king, leading their army? | |
| 4 | καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς. - |
And why have they alone, of all who live in the west, refused to come out and meet me?" | |
| 5 | καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱῶν Αμμων Ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ τούτου, ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην, πλησίον σοῦ οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου. |
Then Achior, the leader of all the Ammonites, said to him, "Let my lord now hear a word from the mouth of your servant, and I will tell you the truth about this people that dwells in the nearby mountain district. No falsehood shall come from your servant's mouth. | Achior's speech. Jdth.5.5-21 |
| 6 | ὁ λαὸς οὗτός εἰσιν ἀπόγονοι Χαλδαίων. |
This people is descended from the Chaldeans. | |
| 7 | καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων· |
At one time they lived in Mesopotamia, because they would not follow the gods of their fathers who were in Chaldea. | |
| 8 | καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ τοῦ οὐρανοῦ, θεῷ ᾧ ἐπέγνωσαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς. |
For they had left the ways of their ancestors, and they worshipped the God of heaven, the God they had come to know; hence they drove them out from the presence of their gods; and they fled to Mesopotamia, and lived there for a long time. | |
| 9 | καὶ εἶπεν ὁ θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευθῆναι εἰς γῆν Χανααν, καὶ κατῴκησαν ἐκεῖ καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σφόδρα. |
Then their God commanded them to leave the place where they were living and go to the land of Canaan. There they settled, and prospered, with much gold and silver and very many cattle. | |
| 10 | καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψεν γὰρ τὸ πρόσωπον τῆς γῆς Χανααν λιμός, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ γένους αὐτῶν. |
When a famine spread over Canaan they went down to Egypt and lived there as long as they had food; and there they became a great multitude - so great that they could not be counted. | |
| 11 | καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεσοφίσατο αὐτοὺς ἐν πόνῳ καὶ πλίνθῳ, ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους. |
So the king of Egypt became hostile to them; he took advantage of them and set them to making bricks, and humbled them and made slaves of them. | |
| 12 | καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐπάταξεν πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς, ἐν αἷς οὐκ ἦν ἴασις· καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν. |
Then they cried out to their God, and he afflicted the whole land of Egypt with incurable plagues; and so the Egyptians drove them out of their sight. | |
| 13 | καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν |
Then God dried up the Red Sea before them, | |
| 14 | καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινα καὶ Καδης Βαρνη· καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ |
and he led them by the way of Sinai and Kadesh-barnea, and drove out all the people of the wilderness. | |
| 15 | καὶ ᾤκησαν ἐν γῇ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν. καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινὴν |
So they lived in the land of the Amorites, and by their might destroyed all the inhabitants of Heshbon; and crossing over the Jordan they took possession of all the hill country. | |
| 16 | καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Συχεμ καὶ πάντας τοὺς Γεργεσαίους καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς. |
And they drove out before them the Canaanites and the Perizzites and the Jebusites and the Shechemites and all the Gergesites, and lived there a long time. | |
| 17 | καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν, ἦν μετ' αὐτῶν τὰ ἀγαθά, ὅτι θεὸς μισῶν ἀδικίαν μετ' αὐτῶν ἐστιν. |
As long as they did not sin against their God they prospered, for the God who hates iniquity is with them. | |
| 18 | ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ, ἧς διέθετο αὐτοῖς, ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων. |
But when they departed from the way which he had appointed for them, they were utterly defeated in many battles and were led away captive to a foreign country; the temple of their God was razed to the ground, and their cities were captured by their enemies. | |
| 19 | καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς, οὗ διεσπάρησαν ἐκεῖ, καὶ κατέσχον τὴν Ιερουσαλημ, οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ, ὅτι ἦν ἔρημος. |
But now they have returned to their God, and have come back from the places to which they were scattered, and have occupied Jerusalem, where their sanctuary is, and have settled in the hill country, because it was uninhabited. | |
| 20 | καὶ νῦν, δέσποτα κύριε, εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν καὶ ἐπισκεψόμεθα ὅτι ἔστιν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς· |
Now therefore, my master and lord, if there is any unwitting error in this people and they sin against their God and we find out their offense, then we will go up and defeat them. | |
| 21 | εἰ δ' οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριός μου, μήποτε ὑπερασπίσῃ ὁ κύριος αὐτῶν καὶ ὁ θεὸς αὐτῶν ὑπὲρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς. - |
But if there is no transgression in their nation, then let my lord pass them by; for their Lord will defend them, and their God will protect them, and we shall be put to shame before the whole world." | |
| 22 | καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς, καὶ εἶπαν οἱ μεγιστᾶνες Ολοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν |
When Achior had finished saying this, all the men standing around the tent began to complain; Holofernes' officers and all the men from the seacoast and from Moab insisted that he must be put to death. | The reaction of the crowd. Jdth.5.22-24 |
| 23 | Οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ισραηλ, ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστιν δύναμις οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν· |
"For," they said, "we will not be afraid of the Israelites; they are a people with no strength or power for making war. | |
| 24 | διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τῆς στρατιᾶς σου, δέσποτα Ολοφέρνη. - |
Therefore let us go up, Lord Holofernes, and they will be devoured by your vast army." | |
| |
|
<< | Judith: 5 | >> |
|