|
| 3 | ΙΟΥΔΕΙΘ | JUDITH (Revised Standard Version) | Reference |
|
| 1 | καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες |
So they sent messengers to sue for peace, and said, | The peace delegation to king Nebuchadnezzar. Jdth.3.1-10 |
| 2 | Ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονοσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστιν τῷ προσώπῳ σου· |
"Behold, we the servants of Nebuchadnezzar, the Great King, lie prostrate before you. Do with us whatever you will. | |
| 3 | ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶς τόπος ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθὸ ἂν ἀρέσκῃ σοι· |
Behold, our buildings, and all our land, and all our wheat fields, and our flocks and herds, and all our sheepfolds with their tents, lie before you; do with them whatever you please. | |
| 4 | ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοι σοί εἰσιν, ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. |
Our cities also and their inhabitants are your slaves; come and deal with them in any way that seems good to you." | |
| 5 | καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα. |
The men came to Holofernes and told him all this. | |
| 6 | καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους· |
Then he went down to the seacoast with his army and stationed garrisons in the hilltop cities and took picked men from them as his allies. | |
| 7 | καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων. |
And these people and all in the country round about welcomed him with garlands and dances and tambourines. | |
| 8 | καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν, καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν. |
And he demolished all their shrines and cut down their sacred groves; for it had been given to him to destroy all the gods of the land, so that all nations should worship Nebuchadnezzar only, and all their tongues and tribes should call upon him as god. | |
| 9 | καὶ ἦλθεν κατὰ πρόσωπον Εσδρηλων πλησίον τῆς Δωταιας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ιουδαίας, |
Then he came to the edge of Esdraelon, near Dothan, fronting the great ridge of Judea; | |
| 10 | καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαι καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ. |
here he camped between Geba and Scythopolis, and remained for a whole month in order to assemble all the supplies for his army. | |
| |
|
<< | Judith: 3 | >> |
|