| 2 |
ΙΟΥΔΕΙΘ | JUDITH - Brenton|RSV | Reference |
| 1 | Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν. |
In the eighteenth year, on the twenty-second day of the first month, there was talk in the palace of Nebuchadnezzar king of the Assyrians about carrying out his revenge on the whole region, just as he said. | War against the nations in the west. Jdth.2.1-13 |
| 2 | καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ' αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ, |
He called together all his officers and all his nobles and set forth to them his secret plan and recounted fully, with his own lips, all the wickedness of the region; | |
| 3 | καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. |
and it was decided that every one who had not obeyed his command should be destroyed. | |
| 4 | καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ' αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν |
When he had finished setting forth his plan, Nebuchadnezzar king of the Assyrians called Holofernes, the chief general of his army, second only to himself, and said to him, | |
| 5 | Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο, |
"Thus says the Great King, the lord of the whole earth: When you leave my presence, take with you men confident in their strength, to the number of one hundred and twenty thousand foot soldiers and twelve thousand cavalry. | |
| 6 | καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου, |
Go and attack the whole west country, because they disobeyed my orders. | |
| 7 | καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ' αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς, |
Tell them to prepare earth and water, for I am coming against them in my anger, and will cover the whole face of the earth with the feet of my armies, and will hand them over to be plundered by my troops, | |
| 8 | καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν, καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται· |
till their wounded shall fill their valleys, and every brook and river shall be filled with their dead, and overflow; | |
| 9 | καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς. |
and I will lead them away captive to the ends of the whole earth. | |
| 10 | σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσίν σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν· |
You shall go and seize all their territory for me in advance. They will yield themselves to you, and you shall hold them for me till the day of their punishment. | |
| 11 | ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου. |
But if they refuse, your eye shall not spare and you shall hand them over to slaughter and plunder throughout your whole region. | |
| 12 | ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου. |
For as I live, and by the power of my kingdom, what I have spoken my hand will execute. | |
| 13 | καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά. |
And you - take care not to transgress any of your sovereign's commands, but be sure to carry them out just as I have ordered you; and do not delay about it." | |
| 14 | καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ |
So Holofernes left the presence of his master, and called together all the commanders, generals, and officers of the Assyrian army, | The campaign of Holofernes. Jdth.2.14-28 |
| 15 | καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους, |
and mustered the picked troops by divisions as his lord had ordered him to do, one hundred and twenty thousand of them, together with twelve thousand archers on horseback, | |
| 16 | καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται. |
and he organized them as a great army is marshaled for a campaign. | |
| 17 | καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός, |
He collected a vast number of camels and asses and mules for transport, and innumerable sheep and oxen and goats for provision; | |
| 18 | καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα. |
also plenty of food for every man, and a huge amount of gold and silver from the royal palace. | |
| 19 | καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν· |
So he set out with his whole army, to go ahead of King Nebuchadnezzar and to cover the whole face of the earth to the west with their chariots and horsemen and picked troops of infantry. | |
| 20 | καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν. |
Along with them went a mixed crowd like a swarm of locusts, like the dust of the earth - a multitude that could not be counted. | |
| 21 | καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ' ἀριστερᾷ τῆς ἄνω Κιλικίας. |
They marched for three days from Nineveh to the plain of Bectileth, and camped opposite Bectileth near the mountain which is to the north of Upper Cilicia. | |
| 22 | καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν. |
From there Holofernes took his whole army, his infantry, cavalry, and chariots, and went up into the hill country | |
| 23 | καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων. |
and ravaged Put and Lud, and plundered all the people of Rassis and the Ishmaelites who lived along the desert, south of the country of the Chelleans. | |
| 24 | καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν. |
Then he followed the Euphrates and passed through Mesopotamia and destroyed all the hilltop cities along the brook Abron, as far as the sea. | |
| 25 | καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας. |
He also seized the territory of Cilicia, and killed every one who resisted him, and came to the southern borders of Japheth, fronting toward Arabia. | |
| 26 | καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν. |
He surrounded all the Midianites, and burned their tents and plundered their sheepfolds. | |
| 27 | καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας. - |
Then he went down into the plain of Damascus during the wheat harvest, and burned all their fields and destroyed their flocks and herds and sacked their cities and ravaged their lands and put to death all their young men with the edge of the sword. | |
| 28 | καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικοῦντας Ιεμνααν, καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα. |
So fear and terror of him fell upon all the people who lived along the seacoast, at Sidon and Tyre, and those who lived in Sur and Ocina and all who lived in Jamnia. Those who lived in Azotus and Ascalon feared him exceedingly. | |
| |
|
<< | Judith: 2 | >> |
|