| 14 |
ΤΩΒΕΙΤ | TOBIT - Brenton|RSV | Reference |
| 1 | καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ. |
Here Tobit ended his words of praise. | Tobit's final advice. Tob.14.1-15 |
| 2 | Καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ, ὅτε ἀπώλεσεν τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν· καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι κύριον τὸν θεὸν καὶ ἐξομολογεῖσθαι αὐτῷ. |
He was fifty-eight years old when he lost his sight, and after eight years he regained it. He gave alms, and he continued to fear the Lord God and to praise him. | |
| 3 | μεγάλως δὲ ἐγήρασεν· καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ Τέκνον, λαβὲ τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι. |
When he had grown very old he called his son and grandsons, and said to him, "My son, take your sons; behold, I have grown old and am about to depart this life. | |
| 4 | ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ιεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου. |
Go to Media, my son, for I fully believe what Jonah the prophet said about Nineveh, that it will be overthrown. But in Media there will be peace for a time. Our brethren will be scattered over the earth from the good land, and Jerusalem will be desolate. The house of God in it will be burned down and will be in ruins for a time. | |
| 5 | καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσιν τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται. |
But God will again have mercy on them, and bring them back into their land; and they will rebuild the house of God, though it will not be like the former one until the times of the age are completed. After this they will return from the places of their captivity, and will rebuild Jerusalem in splendor. And the house of God will be rebuilt there with a glorious building for all generations for ever, just as the prophets said of it. | |
| 6 | καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον. |
Then all the Gentiles will turn to fear the Lord God in truth, and will bury their idols. | |
| 7 | καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. |
All the Gentiles will praise the Lord, and his people will give thanks to God, and the Lord will exalt his people. And all who love the Lord God in truth and righteousness will rejoice, showing mercy to our brethren. | |
| 8 | καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευη, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας. |
"So now, my son, leave Nineveh, because what the prophet Jonah said will surely happen. | |
| 9 | σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ, καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ' ἐμοῦ· καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη. |
But keep the law and the commandments, and be merciful and just, so that it may be well with you. | |
| 10 | τέκνον, ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Αχιαχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο. |
Bury me properly, and your mother with me. And do not live in Nineveh any longer. See, my son, what Nadab did to Ahikar who had reared him, how he brought him from light into darkness, and with what he repaid him. But Ahikar was saved, and the other received repayment as he himself went down into the darkness. Ahikar gave alms and escaped the deathtrap which Nadab had set for him; but Nadab fell into the trap and perished. | |
| 11 | καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ῥύεται. - καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ· καὶ ἔθαψεν αὐτὸν ἐνδόξως. |
So now, my children, consider what almsgiving accomplishes and how righteousness delivers." As he said this he died in his bed. He was a hundred and fifty-eight years old; and Tobias gave him a magnificent funeral. | |
| 12 | Καὶ ὅτε ἀπέθανεν Αννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ. ἀπῆλθεν δὲ Τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἑκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτοῦ. |
And when Anna died he buried her with his father. Then Tobias returned with his wife and his sons to Ecbatana, to Raguel his father-in-law. | |
| 13 | καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβιτ τοῦ πατρὸς αὐτοῦ. |
He grew old with honour, and he gave his father-in-law and mother-in-law magnificent funerals. He inherited their property and that of his father Tobit. | |
| 14 | καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν Ἑκβατάνοις τῆς Μηδίας. |
He died in Ecbatana of Media at the age of a hundred and twenty-seven years. | |
| 15 | καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη, ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευη. |
But before he died he heard of the destruction of Nineveh, which Nebuchadnezzar and Ahasuerus had captured. Before his death he rejoiced over Nineveh. | |
| |
|
<< | Tobit: 14 | |
|