| 13 |
ΤΩΒΕΙΤ | TOBIT - Brenton|RSV | Reference |
| 1 | Καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
|
Then Tobit wrote a prayer of rejoicing, and said: "Blessed is God who lives for ever,
and blessed is his kingdom.
| Tobit's song of praise. Tob.13.1-18 |
| 2 | ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει,
καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
|
For he afflicts, and he shows mercy;
he leads down to Hades, and brings up again,
and there is no one who can escape his hand.
| |
| 3 | ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ισραηλ, ἐνώπιον τῶν ἐθνῶν,
ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς·
|
Acknowledge him before the nations, O sons of Israel;
for he has scattered us among them.
| |
| 4 | ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ,
ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος,
καθότι αὐτὸς κύριος ἡμῶν,
καὶ θεός αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας. τοὺς αἰῶνας.
|
Make his greatness known there,
and exalt him in the presence of all the living;
because he is our Lord and God,
he is our Father for ever.
| |
| 5 | καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν,
καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν,
οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
|
He will afflict us for our iniquities;
and again he will show mercy,
and will gather us from all the nations
among whom you have been scattered.
| |
| 6 | ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ
ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν,
τότε ἐπιστρέψει πρὸς ὑμᾶς
καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν.
|
If you turn to him with all your heart and with all your soul,
to do what is true before him,
then he will turn to you and will not hide his face from you.
But see what he will do with you;
give thanks to him with your full voice.
Praise the Lord of righteousness,
and exalt the King of the ages.
I give him thanks in the land of my captivity,
and I show his power and majesty to a nation of sinners.
Turn back, you sinners, and do right before him;
who knows if he will accept you and have mercy on you?
| |
| 7 | καὶ θεάσασθε ἃ ποιήσει μεθ' ὑμῶν,
καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν·
καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης
καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
|
I exalt my God;
my soul exalts the King of heaven,
and will rejoice in his majesty.
| |
| 8 | ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ,
καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην.
αὐτοῦ ἔθνει ἁ μαρτωλῶν Ἑπιστρέψατε, ἁμαρτωλοί,
καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ·
τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
|
Let all men speak, and give him thanks in Jerusalem.
| |
| 9 | τὸν θεόν μου ὑψῶ,
καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ,
καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
|
O Jerusalem, the holy city,
he will afflict you for the deeds of your sons,
but again he will show mercy to the sons of the righteous.
| |
| 10 | λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ιεροσολύ μοις.
Ιεροσόλυμα πόλις ἁγία,
μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου,
καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
|
Give thanks worthily to the Lord,
and praise the King of the ages,
that his tent may be raised for you again with joy.
May he cheer those within you who are captives,
and love those within you who are distressed,
to all generations for ever.
| |
| 11 | ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς,
καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων,
ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς.
|
Many nations will come from afar to the name of the Lord God,
bearing gifts in their hands, gifts for the King of heaven.
Generations of generations will give you joyful praise.
| |
| 12 | καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους
καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους
εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
|
Cursed are all who hate you;
blessed for ever will be all who love you.
| |
| 13 | ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα κυρίου τοῦ θεοῦ,
δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ·
γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
|
Rejoice and be glad for the sons of the righteous;
for they will be gathered together,
and will praise the Lord of the righteous.
| |
| 14 | ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε·
εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰ ῶνα.
|
How blessed are those who love you!
They will rejoice in your peace.
Blessed are those who grieved over all your afflictions;
for they will rejoice for you upon seeing all your glory,
and they will be made glad for ever.
| |
| 15 | χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων,
ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δι' καίων·
ὦ μακάριοι οἱ ἀγαπῶντές σε,
χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
|
Let my soul praise God the great King.
| |
| 16 | μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου,
ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου
καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.
ἡ ψυχή μου
εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν.
|
For Jerusalem will be built with sapphires and emeralds,
her walls with precious stones,
and her towers and battlements with pure gold.
| |
| 17 | ὅτι οἰκοδομηθήσεται Ιερουσαλημ σαπφείρῳ καὶ σμαράγδῳ,
καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου,
καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ,
καὶ αἱ πλατεῖαι Ιερουσαλημ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφιρ ψηφολογηθήσονται.
|
The streets of Jerusalem will be paved
with beryl and ruby and stones of Ophir;
| |
| 18 | καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς Αλληλουια καὶ αἰνέσουσιν,
λέγοντες Εὐλογητὸς ὁ θεός, ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.
|
all her lanes will cry `Hallelujah!' and will give praise,
saying, `Blessed is God, who has exalted you for ever.'" | |
| |
|
<< | Tobit: 13 | >> |
|