| ΙΩΒ | << Job: 8 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει | Bildad. Jb.8.1-22 | Then Baldad the Sauchite answered, and said, |
| 2 | Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου. | How long will you speak these things, [how long shall] the breath of your mouth [be] abundant in words? | |
| 3 | μὴ ὁ κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; | Will the Lord be unjust when he judges; or will he that has made all things pervert justice? | |
| 4 | εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. | If your sons have sinned before him, he has cast them away because of their transgression. | |
| 5 | σὺ δὲ ὄρθριζε πρὸς Κύριον Παντοκράτορα δεόμενος. | But be you early in prayer to the Lord Almighty. | |
| 6 | εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· | If you are pure and true, he will listen to your supplication, and will restore to you the habitation of righteousness. | |
| 7 | ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. | Though then your beginning should be small, yet your end should be unspeakably great. | |
| 8 | ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· | For ask of the former generation, and search diligently among the race of [our] fathers: | |
| 9 | χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος. | (for we are of yesterday, and now nothing; for our life upon the earth is a shadow:) | |
| 10 | ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν, καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα; | shall not these teach you, and report [to you], and bring out words from [their] heart? | |
| 11 | μὴ θάλλει πάπυρος ἄνευ ὕδατος; ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; | Does the rush flourish without water, or shall the flag grow up without moisture? | |
| 12 | ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται. | When it is yet on the root, and [though] it has not been cut down, does not any herb wither before it has received moisture? | |
| 13 | οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομέ νων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. | Thus then shall be the end of all that forget the Lord: for the hope of the ungodly shall perish. | |
| 14 | ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. | For his house shall be without inhabitants, and his tent shall prove a spider's web. | |
| 15 | ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ· | If he should prop up his house, it shall not stand: and when he has taken hold of it, it shall not remain. | |
| 16 | ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. | For it is moist under the sun, and his branch shall come forth out of his dung-heap. | |
| 17 | ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. | He lies down upon a gathering of stones, and shall live in the mist of flints. | |
| 18 | ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑόρακας τοιαῦτα. | If [God] should destroy [him], his place shall deny him. Have you not seen such things, | |
| 19 | ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. | that such is the overthrow of the ungodly? and out of the earth another shall grow. | |
| 20 | ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. | For the Lord will by no means reject the harmless man; but he will not receive any gift of the ungodly. | |
| 21 | ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως· | But he will fill with laughter the mouth of the sincere, and their lips with thanksgiving. | |
| 22 | οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. | But their adversaries shall clothe themselves with shame; and the habitation of the ungodly shall perish. | |