| ΙΩΒ | << Job: 7 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; | Is not the life of man upon earth a state of trial? and his existence as that of a hireling by the day? | |
| 2 | ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευ χὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; | Or as a servant that fears his master, and one who has grasped a shadow? or as a hireling waiting for his pay? | |
| 3 | οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. | So have I also endured months of vanity, and nights of pain have been appointed me. | |
| 4 | ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, πάλιν Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί. | Whenever I lie down, I say, When [will it be] day? and whenever I rise up, again [I say] when [will it be] evening? and I am full of pains from evening to morning. | |
| 5 | φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. | And my body is covered with loathsome worms; and I waste away, scraping off clods of dust from my eruption. | |
| 6 | ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι. | And my life is lighter than a word, and has perished in vain hope. | |
| 7 | μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. | Remember then that my life is breath, and mine eyou shall not yet again see good. | |
| 8 | οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ, | The eye of him that sees me shall not see me [again]: your eyes are upon me, and I am no more. | |
| 9 | ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ | [I am] as a cloud that is cleared away from the sky: for if a man go down to the grave, he shall not come up again: | |
| 10 | οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. | and he shall surely not return to his own house, neither shall his place know him any more. | |
| 11 | ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος. | Then neither will I refrain my mouth: I will speak being in distress; being in anguish I will disclose the bitterness of my soul. | |
| 12 | πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; | Am I a sea, or a serpent, that you have set a watch over me? | |
| 13 | εἶπα ὅτι Παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· | I said that my bed should comfort me, and I would privately counsel with myself on my couch. | |
| 14 | ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις. | You scare me with dreams, and terrify me with visions. | |
| 15 | ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. | You will separate life from my spirit; and yet [keep] my bones from death. | |
| 16 | οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. | For I shall not live for ever, that I should patiently endure: depart from me, for my life [is] vain. | |
| 17 | τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν; | For what is man, that you have magnified him? or that you give heed to him? | |
| 18 | ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; | Will you visit him till the morning, and judge him till [the time of] rest? | |
| 19 | ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; | How long do you not let me alone, nor let me go, until I shall swallow down my spittle? | |
| 20 | εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διὰ τί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; | If I have sinned, what shall I be able to do, O you that understands the mind of men? why have you made me as your accuser, and [why] am I a burden to you? | |
| 21 | καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. | Why have you not forgotten my iniquity, and purged my sin? but now I shall depart to the earth; and in the morning I am no more. | |