katapi New Study Bible - OLD TESTAMENT in Greek || English (Brenton-Revised Standard Version)

katapi HOME | DB1 | | about Job | contents | by passage | ← search | notes |

 ΙΩΒ << Job: 6 >>The Septuagint (Brenton)

1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
Job. Jb.6.1-7.21But Job answered and said,
2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν,
τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
 Oh that one would indeed weigh the wrath that is upon me,
and take up my griefs in a balance together!
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται·
ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.
 And verily they would be heavier than the sand by the seashore:
but, as it seems, my words are vain.
4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν,
ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα·
ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
 For the arrows of the Lord are in my body,
whose violence drinks up my blood:
whenever I am going to speak, they pierce me.
5 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν;
εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
 What then? will the wild ass bray for nothing,
if he is not seeking food?
or again, will the ox low at the manger,
when he has a fodder?
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός;
εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
 Shall bread be eaten without salt?
or again, is there taste in empty words?
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή·
βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
 For my wrath cannot cease;
for I perceive my food as the smell of a lion [to be] loathsome.
8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις,
καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
 For oh that he would grant [my desire],
and my petition might come,
and the Lord would grant my hope!
9 ἀρξάμενος ὁ κύριος τρωσάτω με,
εἰς τέλος δὲ μή με ἀνελέτω.
 Let the Lord begin and wound me,
but let him not utterly destroy me.
10 εἴη δέ μου πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐ τῆς, οὐ μὴ φείσωμαι·
οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
 Let the grave be my city,
upon the walls of which I have leaped:
I will not shrink from it;
for I have not denied the holy words of my God.
11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω;
ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
 For what is my strength, that I continue?
what is my time, that my soul endures?
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;
ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι;
 Is my strength the strength of stones?
or is my flesh of brass?
13 ἦ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν;
βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν.
 Or have I not trusted in him?
but help is [far] from me.
14 ἀπείπατό με ἔλεος,
ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με.
 Mercy has rejected me;
and the visitation of the Lord has disregarded me.
15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου·
ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με·
 My nearest relations have not regarded me;
they have passed me by like a failing brook, or like a wave.
16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
 They who used to reverence me,
now have come against me like snow or congealed ice.
17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
 When it has melted at the approach of heat,
it is not known what it was.
18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
 Thus I also have been deserted of all;
and I am ruined, and become an outcast.
19 ἴδετε ὁδοὺς Θαιμανων,
ἀτραποὺς Σαβων, οἱ διορῶντες·
 Behold the ways of the Thaemanites,
ye that mark the paths of the Sabaeans.
20 καὶ αἰσχύνην ὀφειλήσουσιν
οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
 They too that trust in cities and riches shall come to shame.
21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως,
ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
 But you also have come to me without pity;
so that beholding my wound you are afraid.
22 τί γάρ; μή τι ὑμᾶς ᾔτησα
ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι
 What? have I made any demand of you?
or do I ask for strength from you,
23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
 to deliver me from enemies,
or to rescue me from the hand of the mighty ones?
24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω·
εἴ τι πεπλάνημαι, φράσατέ μοι.
 Teach you me, and I will be silent:
if in anything I have erred, tell me.
25 ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα,
οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι·
 But as it seems, the words of a true man are vain,
because I do not ask strength of you.
26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει,
οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
 Neither will your reproof cause me to cease my words,
for neither will I endure the sound of your speech.
27 πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε,
ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
 Even because you attack the fatherless,
and insult your friend.
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
 But now, having looked upon your countenances,
I will not lie.
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον,
καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
 Sit down now, and let there not be unrighteousness;
and unite again with the just.
30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον·
ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
 For there is no injustice in my tongue;
and does not my throat meditate understanding?