| ΙΩΒ | << Job: 5 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ. | But call, if any one will listen to you, or if you shall see any of the holy angels. | |
| 2 | καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. | For wrath destroys the foolish one, and envy slays him that has gone astray. | |
| 3 | ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. | And I have seen foolish ones taking root: but suddenly their habitation was devoured. | |
| 4 | πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· | Let their children be far from safety, and let them be crushed at the doors of vile men, and let there be no deliverer. | |
| 5 | ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. | For what they have collected, the just shall eat; but they shall not be delivered out of calamities: let their strength be utterly exhausted. | |
| 6 | οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· | For labour cannot by any means come out of the earth, nor shall trouble spring out of the mountains: | |
| 7 | ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. | yet man is born to labour, and [even so] the vulture's young seek the high places. | |
| 8 | οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι, | Nevertheless I will beseech the Lord, and will call upon the Lord, the sovereign of all; | |
| 9 | τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· | who does great things and untraceable, glorious things also, and marvelous, of which there is no number: | |
| 10 | τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν· | who gives rain upon the earth, sending water on the earth: | |
| 11 | τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα· | who exalts the lowly, and raises up them that are lost: | |
| 12 | διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. | frustrating the counsels of the crafty, and their hands shall not perform the truth: | |
| 13 | ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν· | who takes the wise in their wisdom, and subverts the counsel of the crafty | |
| 14 | ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. | In the day darkness shall come upon them, and let them grope in the noon-day even as in the night: | |
| 15 | ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· | and let them perish in war, and let the weak escape from the hand of the mighty. | |
| 16 | εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. | And let the weak have hope, but the mouth of the unjust be stopped. | |
| 17 | μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. | But blessed [is] the man whom the Lord has reproved; and reject not you the chastening of the Almighty. | |
| 18 | αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. | for he causes [a man] to be in pain, and restores [him] again: he smites, and his hands heal. | |
| 19 | ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. | Six time he shall deliver you out of distresses: and in the seventh harm shall not touch you. | |
| 20 | ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. | In famine he shall deliver you from death: and in war he shall free you from the power of the sword. | |
| 21 | ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. | He shall hide you from the scourge of the tongue: and you shall not be afraid of coming evils. | |
| 22 | ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· | You shall laugh at the unrighteous and the lawless: and you shall not be afraid of wild beasts. | |
| 23 | θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. | For the wild beasts of the field shall be at peace with you. | |
| 24 | εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. | Then shall you know that your house shall be at peace, and the provision for your tabernacle shall not fail. | |
| 25 | γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. | And you shall know that your seed [shall be] abundant; and your children shall be like the herbage of the field. | |
| 26 | ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. | And you shall come to the grave like ripe corn reaped in its season, or as a heap of the corn-flour collected in proper time. | |
| 27 | ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας. | Behold, we have thus sought out these matters; these are what we have heard: but do you reflect with yourself, if you have done anything [wrong]. | |