| ΙΩΒ | << Job: 4 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει | THE FIRST DIALOGUE. Jb.4.1-14.22. Eliphaz. Jb.4.1-5.27 | Then Eliphaz the Thaemanite answered and said, |
| 2 | Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; | Have you been often spoken to in distress? but who hall endure the force of your words? | |
| 3 | εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας | For whereas you have instructed many, and have strengthened the hands of the weak one, | |
| 4 | ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας, | and have supported the failing with words, and have imparted courage to feeble knees. | |
| 5 | νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. | Yet now [that] pain has come upon you, and touched you, you are troubled. | |
| 6 | πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ, καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου; | Is not your fear [founded] in folly, your hope also, and the mischief of your way? | |
| 7 | μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. | Remember then who has perished, being pure? or when were the true-hearted utterly destroyed? | |
| 8 | καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. | Accordingly as I have seen men ploughing barren places, and they that sow them will reap sorrows for themselves. | |
| 9 | ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. | They shall perish by the command of the Lord, and shall be utterly consumed by the breath of his wrath. | |
| 10 | σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· | The strength of the lion, and the voice of the lioness, and the exulting cry of serpents are quenched. | |
| 11 | μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. | The old lion has perished for want of food, and the lions' whelps have forsaken one another. | |
| 12 | εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ; | But if there had been any truth in your words, none of these evils would have befallen you. Shall not mine ear receive excellent [revelations] from him? | |
| 13 | φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, | But [as when] terror falls upon men, with dread and a sound in the night, | |
| 14 | φρίκη δέ μοι συνήντησεν καὶ τρόμος, καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, | horror and trembling seized me, and caused all my bones greatly to shake. | |
| 15 | καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. | And a spirit came before my face; and my hair and flesh quivered. | |
| 16 | ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον | I arose and perceived it not: I looked, and there, was no form before my eyes: but I only heard a breath and a voice, [saying], | |
| 17 | Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; | What, shall a mortal be pure before the Lord? or a man be blameless in regard to his works? | |
| 18 | εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν, | Whereas he trust not in his servants, and perceives perverseness in his angels. | |
| 19 | τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον· | But [as for] them that dwell in houses of clay, of whom we also are formed of the same clay, he smites them like a moth. | |
| 20 | καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο· | And from the morning to evening they no longer exist: they have perished, because they cannot help themselves. | |
| 21 | ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. | For he blows upon them, and they are withered: they have perished for lack of wisdom. | |