| ΙΩΒ | << Job: 35 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ὑπολαβὼν δὲ Ελιους λέγει | And Elius resumed and said, | |
| 2 | Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου; | What is this that you thinking to be according to right? who are you that you have said, I am righteous before the Lord? | |
| 3 | ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών; | I will answer you, and your three friends. | |
| 4 | ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου. | Look up to the sky and see; and consider the clouds, how high [they are] above you. | |
| 5 | ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. | If you have sinned, what will you do? | |
| 6 | εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; | and if too you have transgressed much, what can you perform? | |
| 7 | ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήμψεται; | And suppose you are righteous, what will you give him? or what shall he receive of your hand? | |
| 8 | ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. | Your ungodliness [may affect] a man who is like to you; or your righteousness a son of man. | |
| 9 | ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. | They that are oppressed of a multitude will be ready to cry out; they will call for help because of the arm of many. | |
| 10 | καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς, | But none said, Where is God that made me, who appoints the night-watches; | |
| 11 | ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; | who makes me to differ from the four-footed beasts of the earth, and from the birds of the sky? | |
| 12 | ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. | There they shall cry, and none shall listen, even because of the insolence of wicked men. | |
| 13 | ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν | For the Lord desires not to look on error, for he is the Almighty One. | |
| 14 | τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν. | He beholds them that perform lawless deeds, and he will save me: and do you plead before him, if you can praise him, as it is [possible] even now. | |
| 15 | καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα· | For he is not [now] regarding his wrath, nor has he noticed severely any trespass. | |
| 16 | καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. | Yet Job vainly opens his mouth, in ignorance he multiplies words. | |