| ΙΩΒ | << Job: 32 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ· ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν. | Elihu's speech. Jb.32.1-37.24 | And his three friends also ceased any longer to answer Job: for Job was righteous before them. |
| 2 | ὠργίσθη δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας, ὠργίσθη δὲ τῷ Ιωβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου· | Then Elius the son of Barachiel, the Buzite, of the kindred of Ram, of the country of Ausis, was angered: and he was very angry with Job, because he justified himself before the Lord. | |
| 3 | καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. | And he was also very angry with [his] three friends, because they were not able to return answers to Job, yet set him down for an ungodly man. | |
| 4 | Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. | But Elius had forborne to give an answer to Job, because they were older than he. | |
| 5 | καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ. | And Elius saw that there was no answer in the mouth of the three men; and he was angered in his wrath. | |
| 6 | ὑπολαβὼν δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης εἶπεν Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· | And Elius the Buzite the son of Barachiel answered and said, fearing to declare to you my own knowledge. | |
| 7 | εἶπα δὲ ὅτι Ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν. | And I said, It is not time that speaks, though in many years [men] know wisdom: | |
| 8 | ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα· | but there is a spirit in mortals; and the inspiration of the Almighty is hat which teaches. | |
| 9 | οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ' οἱ γέροντες οἴδασιν κρίμα. | The long-lived are not wise [as such]; neither do the aged know judgment. | |
| 10 | διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα· | Why I said, Hear me, and I will tell you what I know. | |
| 11 | ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρι οὗ ἐτάσητε λόγους. | Listen to my words; for I will speak in your hearing, until you shall have tried [the matter] with words: | |
| 12 | καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν, | and I shall understand as far as you; and, behold, there was no one of you that answered Job his words in argument, | |
| 13 | ἵνα μὴ εἴπητε Εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι· | lest you should say, We have found that we have added wisdom to the Lord. | |
| 14 | ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. - | And you have commissioned a man to speak such words. | |
| 15 | ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. | They were afraid, they answered no longer; they gave up their speaking. | |
| 16 | ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. | I waited, (for I had not spoken,) because they stood still, they answered not. | |
| 17 | Ὑπολαβὼν δὲ Ελιους λέγει | And Elius continued, and said, I will again speak, | |
| 18 | Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· | for I am full of words, for the spirit of my belly destroys me. | |
| 19 | ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. | And my belly is as a skin of sweet wine, bound up [and] ready to burst; or as a brazier's labouring bellows. | |
| 20 | λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· | I will speak, that I may open my lips and relieve myself. | |
| 21 | ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· | For truly I will not be awed because of man, nor indeed will I be confounded before a mortal. | |
| 22 | οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. | For I know not how to respect persons: and if otherwise, even the moths would eat me. | |