| ΙΩΒ | << Job: 31 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον. | I made a covenant with mine eyes, and I will not think upon a virgin. | |
| 2 | καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν, καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; | Now what portion has God given from above? and is there an inheritance [given] of the Mighty One from the highest? | |
| 3 | οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; | Alas! destruction to the unrighteous, and rejection to them that do iniquity. | |
| 4 | οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; | Will he not see my way, and number all my steps? | |
| 5 | εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, | But if I had gone with scorners, and if too my foot has hasted to deceit: | |
| 6 | ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου. | (for I am weighed in a just balance, and the Lord knows my innocence:) | |
| 7 | εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων, | if my foot has turned aside out of the way, or if mine heart has followed mine eye, and if too I have touched gifts with my hands; | |
| 8 | σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. | then let me sow, and let others eat; and let me be uprooted on the earth. | |
| 9 | εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, | If my heart has gone forth after another man's wife, and if I laid wait at her doors; | |
| 10 | ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· | then let my wife also please another, and let my children be brought low. | |
| 11 | θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· | For the rage of anger is not to be controlled, [in the case] of defiling [another] man's wife. | |
| 12 | πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. | For it is a fire burning on every side, and whomsoever it attacks, it utterly destroys. | |
| 13 | εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με, | And if too I despised the judgment of my servant or [my] handmaid, when they pleaded with me; | |
| 14 | τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; | what then shall I do if the Lord should try me? and if also he should at all visit me, can I make an answer? | |
| 15 | πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. | Were not they too formed as I also was formed in the womb? yes, we were formed in the same womb. | |
| 16 | ἀδύνατοι δὲ χρείαν, ἥν ποτ εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. | But the helpless missed not whatever need they had, and I did not cause the eye of the widow to fail. | |
| 17 | εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· | And if too I ate my morsel alone, and did not impart [of it] to the orphan; | |
| 18 | ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· | (for I nourished [them] as a father from my youth and guided [them] from my mother's womb.) | |
| 19 | εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, | And if too I overlooked the naked as he was perishing, and did not clothe him; | |
| 20 | ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, | and if the poor did not bless me, and their shoulders were [not] warmed with the fleece of my lambs; | |
| 21 | εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, | if I lifted my hand against an orphan, trusting that my strength was far superior [to his]: | |
| 22 | ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. | let them my shoulder start from the blade-bone, and my arm be crushed off from the elbow. | |
| 23 | φόβος γὰρ κυρίου συνέσχεν με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. | For the fear of the Lord constrained me, and I cannot bear up by reason of his burden. | |
| 24 | εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, | If I made gold my treasure, and if too I trusted the precious stone; | |
| 25 | εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου, | and if too I rejoiced when my wealth was abundant, and if too I laid my hand on innumerable [treasures]: | |
| 26 | ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. | (do we not see the shining sun eclipsed, and the moon waning? for they have not [power to continue]:) | |
| 27 | καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, | and if my heart was secretly deceived, and if I have laid my hand upon my mouth and kissed it: | |
| 28 | καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου. | let this also then be reckoned to me as the greatest iniquity: for I [should] have lied against the Lord Most High. | |
| 29 | εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπεν ἡ καρδία μου Εὖγε, | And if too I was glad at the fall of mine enemies, and mine heart said, Aha! | |
| 30 | ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. | let then mine ear hear my curse, and let me be a byword among my people in my affliction. | |
| 31 | εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· | And if too my handmaids have often said, Oh that we might be satisfied with his flesh; (whereas I was very kind: | |
| 32 | ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. | for the stranger did not lodge without, and my door was opened to every one that came:) | |
| 33 | εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, | or if too having sinned unintentionally, I hid my sin; | |
| 34 | οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν, εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, | (for I did not stand in awe of a great multitude, so as not to declare boldly before them:) and if too I permitted a poor man to go out of my door with an empty bosom: | |
| 35 | τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, | (Oh that I had a hearer,) and if I had not feared the hand of the Lord; and [as to] the written charge which I had against any one, | |
| 36 | ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, | I would place [it] as a chaplet on my shoulders, and read it. | |
| 37 | καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου, | And if I did not read it and return it, having taken nothing from the debtor: | |
| 38 | εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, | If at any time the land groaned against me, and if its furrows mourned together; | |
| 39 | εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, | and if I ate its strength alone without price, and if I too grieved the heart of the owner of the soil, by taking [aught] from [him]: | |
| 40 | ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ιωβ ῥήμασιν. | then let the nettle come up to me instead of wheat, and a bramble instead of barley. And Job ceased speaking. | |