| ΙΩΒ | << Job: 30 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | νυνὶ δὲ κατεγέλασάν μου· ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. | But now the youngest have laughed me to scorn, now they reprove me in [their] turn, whose fathers I set at nought; whom I did not deem worthy [to be with] my shepherd dogs. | |
| 2 | καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; ἐπ αὐτοὺς ἀπώλετο συντέλεια | Yes, why had I the strength of their hands? for them the full term [of life] was lost. | |
| 3 | ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν, | [One is] childless in want and famine, [such as] they that fled but lately the distress and misery of drought. | |
| 4 | οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα· ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. | Who compass the salt places on the sounding [shore], who had salt [herbs] for their food, and were dishonorable and of no repute, in want of every good thing; who also ate roots of trees by reason of great hunger. | |
| 5 | ἐπανέστησάν μοι κλέπται, | Thieves have risen up against me, | |
| 6 | ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· | whose houses were the caves of the rocks, who lived under the wild shrubs. | |
| 7 | ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, | They will cry out among the rustling [bushes]. | |
| 8 | ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα, καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. | [They are] sons of fools and vile men, [whose] name and glory [are] quenched from off the earth. | |
| 9 | νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν· | But now I am their music, and they have me for a by-word. | |
| 10 | ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. | And they stood aloof and abhorred me, and spared not to spit in my face. | |
| 11 | ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. | For he has opened his quiver and afflicted me: they also have cast off the restraint of my presence. | |
| 12 | ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ' ἐμὲ τρίβους ἀπ' ωλείας αὐτῶν. | They have risen up against [me] on the right hand of [their] offspring; they have stretched out their foot, and directed against me the ways of their destruction. | |
| 13 | ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσεν γάρ μου τὴν στολήν· | My paths are ruined; for they have stripped off my raiment: he has shot at me with his weapons. | |
| 14 | βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι. | And he has pleaded against me as he will: I am overwhelmed with pains. | |
| 15 | ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. | My pains return upon [me]; my hope is gone like the wind, and my safety as a cloud. | |
| 16 | καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν· | Even now my life shall be poured forth upon me; and days of anguish seize me. | |
| 17 | νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυται. | And by night my bones are confounded; an my sinews are relaxed. | |
| 18 | ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με. | With great force [my disease] has taken hold of my garment: it has compassed me as the collar of my coat. | |
| 19 | ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· | And you have counted me as clay; my portion in dust and ashes. | |
| 20 | κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου, ἔστησαν καὶ κατενόησάν με· | And I have cried to you, but you hear me not: but they stood still, and observed me. | |
| 21 | ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· | They attacked me also without mercy: you have scourged me with a strong hand. | |
| 22 | ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. | And you have put me to grief, and have cast me away from safety. | |
| 23 | οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· οἰκία γὰρ παντὶ θνητῷ γῆ. | For I know that death will destroy me: for the earth is the house [appointed] for every mortal. | |
| 24 | εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. | Oh then that I might lay hands upon myself, or at least ask another, and he should do this for me. | |
| 25 | ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. | Yet I wept over every helpless man; I groaned when I saw a man in distress. | |
| 26 | ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. | But I, when I waited for good things, behold, days of evils came the more upon me. | |
| 27 | ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. | My belly boiled, and would not cease: the days of poverty prevented me. | |
| 28 | στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. | I went mourning without restraint: and I have stood and cried out in the assembly. | |
| 29 | ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. | I am become a brother of monsters, and a companion of ostriches. | |
| 30 | τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. | And my skin has been greatly blackened, and my bones are burned with heat. | |
| 31 | ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. | My harp also has been turned into mourning, and my song into my weeping. | |