| ΙΩΒ | << Job: 29 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ | Job's final statement of his case. Jb.29.1-31.40 | And Job continued and said in his parable, |
| 2 | Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; | Oh that I were as in months past, wherein God preserved me! | |
| 3 | ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· | As when his lamp shone over my head; when by his light I walked through darkness. | |
| 4 | ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· | [As] when I steadfastly pursued my ways, when God took care of my house. | |
| 5 | ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· | When I was very fruitful, and my children were about me; | |
| 6 | ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· | when my ways were moistened with butter, and the mountains flowed for me with milk. | |
| 7 | ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. | When I went forth early in the city, and the seat was placed for me in the streets. | |
| 8 | ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· | The young men saw me, and hid themselves: and all the old men stood up. | |
| 9 | ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. | And the great men ceased speaking, and laid their finger on their mouth. | |
| 10 | οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· | And they that heard [me] blessed me, and their tongue clave to their throat. | |
| 11 | ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. | For the ear heard, and blessed me; and the eye saw me, and turned aside. | |
| 12 | διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα· | For I saved the poor out of the hand of the oppressor, and helped the fatherless who had no helper. | |
| 13 | εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. | Let the blessing of the perishing one come upon me; yes, the mouth of the widow has blessed me. | |
| 14 | δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. | Also I put on righteousness, and clothed myself with judgment like a mantle. | |
| 15 | ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. | I was the eye of the blind, and the foot of the lame. | |
| 16 | ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα· | I was the father of the helpless; and I searched out the cause which I knew not. | |
| 17 | συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. | And I broke the jaw-teeth of the unrighteous; I plucked the spoil out of the midst of their teeth. | |
| 18 | εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· | And I said, My age shall continue as the stem of a palm-tree; I shall live a long while. | |
| 19 | ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· | [My] root was spread out by the water, and the dew would lodge on my crop. | |
| 20 | ἡ δόξα μου καινὴ μετ' ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται. | My glory was fresh in me, and by bow prospered in his hand. | |
| 21 | ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· | [Men] heard me, and gave heed, and they were silent at my counsel. | |
| 22 | ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν· | At my word they spoke not again, and they were very gland whenever I spoke to them. | |
| 23 | ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. | As the thirsty earth expecting the rain, so they [waited for] my speech. | |
| 24 | ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν· καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· | Were I to laugh on them, they would not believe [it]; and the light of my face has not failed. | |
| 25 | ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων· καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν. | I chose out their way, and sat chief, and dwelt as a king in the midst of warriors, as one comforting mourners. | |