| ΙΩΒ | << Job: 27 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ | Job. Jb.27.1-12 | And Job further continued and said in his parable, |
| 2 | Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, | [As] God lives, who has thus judge me; and the Almighty, who has embittered my soul; | |
| 3 | ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, | verily, while my breath is yet in [me], and the breath of God which remains to me is in my nostrils, | |
| 4 | μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. | my lips shall not speak evil words, neither shall my soul meditate unrighteous thoughts. | |
| 5 | μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν. | Far be it from me that I should justify you till I die; for I will not let go my innocence, | |
| 6 | δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. | but keeping fast to [my] righteousness I will by no means let it go: for I am not conscious to myself of having done any thing amiss. | |
| 7 | οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων. | Nay rather, but let mine enemies be as the overthrow of the ungodly, and they that rise up against me, as the destruction of transgressors. | |
| 8 | καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; | For what is the hope of the ungodly, that he holds to it? will he indeed trust in the Lord [and] be saved? | |
| 9 | ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης | Will God hear his prayer? or, when distress has come upon him, | |
| 10 | μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; | has he any confidence before him? or will [God] hear him as he calls upon him? | |
| 11 | ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου· ἅ ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι. | Yet now I will tell you what is in the hand of the Lord: I will not lie concerning the things which are with the Almighty. | |
| 12 | ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. | Behold, you all know that you are adding vanity to vanity. | |
| 13 | αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. | [Zophar] Jb.27.13-23 | This is the portion of an ungodly man from the Lord, and the possession of oppressors shall come upon them from the Almighty. |
| 14 | ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν· | And if their children be many, they shall be for slaughter: and if they grow up, they shall beg. | |
| 15 | οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει. | And they that survive of him shall utterly perish, and no one shall pity their widows. | |
| 16 | ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, | Even if he should gather silver as earth, and prepare gold as clay; | |
| 17 | ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. | All these things shall the righteous gain, and the truehearted shall possess his wealth. | |
| 18 | ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. | And his house is gone like moths, and like a spider's web. | |
| 19 | πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν. | The rich man shall lie down, and shall not continue: he has opened his eyes, and he is not. | |
| 20 | συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος· | Pains have come upon him as water, and darkness has carried him away by night. | |
| 21 | ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. | And a burning wind shall catch him, and he shall depart, and it shall utterly drive him out of his place. | |
| 22 | καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται· | And [God] shall cast [trouble] upon him, and not spare: he would fain flee out of his hand. | |
| 23 | κροτήσει ἐπ' αὐτοῦ χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. | He shall cause [men] to clap their hands against them, and shall hiss him out of his place. | |