| ΙΩΒ | << Job: 22 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει | THE THIRD DIALOGUE. Jb.22.1-27.23. Eliphaz. Jb.22.1-30 | Then Eliphaz the Thaemanite answered and said, |
| 2 | Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; | Is it not the Lord that teaches understanding and knowledge? | |
| 3 | τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου; | For what matters it to the Lord, if you was blameless in [your] works? or is it profitable that you should perfect your way? | |
| 4 | ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; | Will you maintain and plead your own cause? and will he enter into judgment with you? | |
| 5 | πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι; | Is not your wickedness abundant, and your sins innumerable? | |
| 6 | ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· | And you have taken security of your brethren for nothing, and have taken away the clothing of the naked. | |
| 7 | οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· | Neither have you given water to the thirsty to drink, but have taken away the morsel of the hungry. | |
| 8 | ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· | And you have accepted the persons of some; and you have established those [that were already settled] on the earth. | |
| 9 | χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. | But you have sent widows away empty, and has afflicted orphans. | |
| 10 | τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος· | Therefore snares have compassed you, and disastrous war has troubled you. | |
| 11 | τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. | The light has proved darkness to you, and water has covered you on your lying down. | |
| 12 | μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; | Does not he that dwells in the high places observe? and has he not brought down the proud? | |
| 13 | καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; | And you has said, What does the Mighty One know? does he judge in the dark? | |
| 14 | νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. | A cloud is his hiding-place, and he shall not be seen; and he passes through the circle of heaven. | |
| 15 | μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, | Will you [not] mark the old way, which righteous men have trodden? | |
| 16 | οἳ συνελήμφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν· | who were seized before their time: their foundations [are as] an overflowing stream. | |
| 17 | οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; | Who say, What will the Lord do to us? or what will the Almighty bring upon us? | |
| 18 | ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ' αὐτοῦ. | Yet he filled their houses with good things: but the counsel for the wicked is far from him. | |
| 19 | ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. | The righteous have seen [it], and laughed, and the blameless one has derided [them]. | |
| 20 | εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. | Verily their substance has been utterly destroyed, and the fire shall devour what is left of their [property]. | |
| 21 | γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. | Be firm, I pray you, if you can endure; then your fruit shall prosper. | |
| 22 | ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. | And receive a declaration from his mouth, and lay up his words in your heart. | |
| 23 | ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. | And if you shall turn and humble yourself before the Lord, you have [thus] removed unrighteousness far from your habitation. | |
| 24 | θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ. | You shall lay up for yourself [treasure] in a heap on the rock; and Sophir [shall be] as the rock of the torrent. | |
| 25 | ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. | So the Almighty shall be your helper from enemies, and he shall bring you forth pure as silver that has been tried by fire. | |
| 26 | εἶτα παρρησιασθήσῃ ἔναντι Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· | Then shall you have boldness before the Lord, looking up cheerfully to heaven. | |
| 27 | εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· | And he shall hear you when you pray to him, and he shall grant you [power] to pay your vows. | |
| 28 | ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. | And he shall establish to you again a habitation of righteousness and there shall be light upon your paths. | |
| 29 | ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς Ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει· | Because you have humbled yourself; and you shall say, [Man] has behaved proudly, but he shall save him that is of lowly eyes. | |
| 30 | ῥύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου. | He shall deliver the innocent, and do you save yourself by your pure hands. | |