| ΙΩΒ | << Job: 19 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Ὑπολαβὼν δὲ Ιωβ λέγει | Job. Jb.19.1-29 | Then Job answered and said, |
| 2 | Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτε με λόγοις; | How long will you vex my soul, and destroy me with words? only know that the Lord has dealt with me thus. | |
| 3 | γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. | Ye speak against me; you do not feel for me, but bear hard upon me. | |
| 4 | ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος | Yea verily, I have erred in truth, (but the error abides with myself) | |
| 4 | λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. | ||
| 5 | ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. | But alas! for you magnify yourselves against me, and insult me with reproach. | |
| 6 | γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. | Know then that it is the Lord that has troubled [me], and has raised his bulwark against me. | |
| 7 | ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. | Behold, I laugh at reproach; I will not speak: [or] I will cry out, but [there is] nowhere judgment. | |
| 8 | κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. | I am fenced round about, and can by no means escape: he has set darkness before my face. | |
| 9 | τὴν δὲ δόξαν ἀπ' ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. | And he has stripped me of my glory, and has taken the crown from my head. | |
| 10 | διέσπασέν με κύκλῳ, καὶ ᾠχόμην· ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. | He has torn me around about, and I am gone: and he has cut off my hope like a tree. | |
| 11 | δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. | And he has dreadfully handled me in anger, and has counted me for an enemy. | |
| 12 | ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ' ἐμοὶ, ταῖς ὁδοῖς μου, ἐκύκλωσάν με ἐγκάθετοι. | His troops also came upon me with one accord, liars in wait compassed my ways. | |
| 13 | ἀπ' ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. | My brethren have stood aloof from me; they have recognized strangers [rather] than me: and my friends have become pitiless. | |
| 14 | οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. | My nearest of kin have not acknowledged me, and they that knew my name, have forgotten me. | |
| 15 | γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. | [As for] my household, and my maid-servants, I was a stranger before them. | |
| 16 | θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν· στόμα δέ μου ἐδέετο. | I called my servant, and he listened not; and my mouth intreated [him]. | |
| 17 | καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου· | And I besought my wife, and earnestly intreated the sons of my concubines. | |
| 18 | οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ' ἐμοῦ λαλοῦσιν. | But they rejected me for ever; whenever I rise up, they speak against me. | |
| 19 | ἐβδελύξαντο δέ με οἱ εἰδότες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. | They that saw me abhorred me: the very persons whom I had loved, rose up against me. | |
| 20 | ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. | My flesh is corrupt under my skin, and my bones are held in [my] teeth. | |
| 21 | ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. | Pity me, pity me, O friends; for it is the hand of the Lord that has touched me. | |
| 22 | διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; | Why do you persecute me as also the Lord [does], and are not satisfied with my flesh? | |
| 23 | τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα | For oh that my words were written, and that they were recorded in a book forever, | |
| 24 | ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ; ἢ ἐν πέτραις ἐγγλυφῆναι; | with an iron pen and lead, or graven in the rocks! | |
| 25 | οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς. | For I know that he is eternal who is about to deliver me, [and] to raise up upon the earth | |
| 26 | ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, | my skin that endures these [sufferings]: for these things have been accomplished to me of the Lord; | |
| 27 | ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. | which I am conscious of in myself, which mine eye has seen, and not another, but all have been fulfilled to me in [my] bosom. | |
| 28 | εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· | But if you shall also say, What shall we say before him, and [so] find the root of the matter in him? | |
| 29 | εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. | Do you also beware of deceit: for wrath will come upon transgressors; and then shall they know where their substance is. | |