| ΙΩΒ | << Job: 17 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω. | I perish, carried away by the wind, and I seek for burial, and obtain [it] not. | |
| 2 | λίσσομαι κάμνων, καὶ τί ποιήσας; | Weary I intreat; and what have I done? and strangers have stolen my goods. | |
| 3 | ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω. | Who is this? let him join hands with me. | |
| 4 | ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. | For you have hid their heart from wisdom; therefore you shall not exalt them. | |
| 5 | τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δέ μου ἐφ' υἱοῖς ἐτάκησαν. | He shall promise mischief to [his] companions: but [their] eyes have failed for [their] children. | |
| 6 | ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην· | But you has made me a byword amount the nations, and I am become a scorn to them. | |
| 7 | πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. | For my eyes are dimmed through pain; I have been grievously beset by all. | |
| 8 | θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· | Wonder has seized true men upon this; and let the just rise up against the transgressor. | |
| 9 | σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. | But let the faithful hold on his own way, and let him that is pure of hands take courage. | |
| 10 | οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή· οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. | Howbeit, do you all strengthen [yourselves] and come now, for I do not find truth in you. | |
| 11 | αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. | My days have passed in groaning, and my heart-strings are broken. | |
| 12 | νύκτα εἰς ἡμέραν ἔθηκαν, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. | I have turned the night into day: the light is short because of darkness. | |
| 13 | ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. | For if I remain, Hades is my habitation: and my bed has been made in darkness | |
| 14 | θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. | I have called upon death to be my father, and corruption [to be] my mother and sister. | |
| 15 | ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι; | Where then is yet my hope? or [where] shall I see my good? | |
| 16 | ἦ μετ' ἐμοῦ εἰς ᾅδην καταβήσονται, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; | Will they go down with me to Hades, or shall we go down together to the tomb? | |