katapi New Study Bible - OLD TESTAMENT in Greek || English (Brenton-Revised Standard Version)

katapi HOME | DB1 | | about Job | contents | by passage | ← search | notes |

 ΙΩΒ << Job: 13 >>The Septuagint (Brenton)

1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς
καὶ ἀκήκοέν μου τὸ οὖς·
 Behold, mine eye has seen these things,
and mine ear has heard [them].
2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε,
καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
 And I know all that you too know;
and I have not less understanding than you.
3 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω,
ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
 Nevertheless I will speak to the Lord,
and I will reason before him, if he will.
4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι
καὶ ἰαταὶ κακῶν πάντες.
 But you are all bad physicians,
and healers of diseases.
5 εἴη δὲ ὑμῖν κωφεῦσαι,
καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
 But would that you were silent,
and it would be wisdom to you in the end.
6 ἀκούσατε ἔλεγχον στόματός μου,
κρίσιν δὲ χειλέων μου προσέχετε.
 But hear you the reasoning of my mouth,
and attend to the judgment of my lips.
7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε,
ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;
 Do you not speak before the Lord,
and utter deceit before him?
8 ἦ ὑποστελεῖσθε;
ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
 Or will you draw back?
nay do, you yourselves be judges.
9 καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς·
εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
 For [it were] well if he would thoroughly search you:
for though doing all things [in your power] you should attach yourselves to him,
10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς·
εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε,
 he will not reprove you at all the less:
but if moreover you should secretly respect persons,
11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς,
φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
 shall not his whirlpool sweep you round,
and terror from him fall upon you?
12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ,
τὸ δὲ σῶμα πήλινον.
 And your glorying shall prove in the end to you like ashes,
and your body [like a body] of clay.
13 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
 Be silent, that I may speak,
and cease from [mine] anger,
14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
ψυχὴν δέ μου θήσω ἐν χειρί.
 while I may take my flesh in my teeth,
and put my life in my hand.
15 ἐάν με χειρώσηται ὁ δυνάστης,
ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
 Though the Mighty One should lay hand upon me,
forasmuch as he has begun,
verily I will speak, and plead before him.
16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν,
οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
 And this shall turn to me for salvation;
for fraud shall have no entrance before him.
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου·
ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
 Hear, hear you my words,
for I will declare in your hearing.
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
 Behold, I am near my judgment:
I know that I shall appear evidently just.
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι;
ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.
 For who is he that shall plead with me,
that I should now be silent, and expire?
20 δυεῖν δέ μοι χρήσῃ·
τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507
 But grant me two things:
then I will not hide myself from your face.
21 τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου,
καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
 Withhold [thine] hand from me:
and let not your fear terrify me.
22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι·
ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
 Then shall you call, and I will listen to you:
or you shall speak, and I will give you an answer.
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου;
δίδαξόν με τίνες εἰσίν.
 How many are my sins and my transgressions?
teach me what they are.
24 διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ,
ἥγησαι δέ με ὑπεναντίον σοι;
 Why do you hide yourself from me.
Am I your enemy?
25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ,
ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
 Will you be startled [at me], as [at] a leaf shaken by the wind?
or will you set yourself against me as against grass borne upon the breeze?
26 ὅτι κατέγραψας κατ' ἐμοῦ κακά,
περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
 for you have written evil things against me,
and you have compassed me with the sins of my youth.
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι,
ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου·
 And you have placed my foot in the stocks;
and you have watched all my works,
and have penetrated my heels.
28 ὃ παλαιοῦται ἴσα ἀσκῷ,
ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
 [I am as] that which waxes old like a bottle,
or like a moth-eaten garment.