| ΙΩΒ | << Job: 10 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | κάμνων τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος | Weary in my soul, I will pour my words with groans upon him: I will speak being straitened in the bitterness of my soul. | |
| 2 | καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας; | And I will say to the Lord, Do not teach me to be impious; and why have you thus judged me? | |
| 3 | ἦ καλόν σοι, ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου; βουλῇ δὲ ἀσεβῶν προσέσχες; | Is it good before you if I be unrighteous? for you have disowned the work of your hands, and attended to the counsel of the ungodly. | |
| 4 | ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ; | Or do you see as a mortal sees? or will you look as a man sees? | |
| 5 | ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός; | Or is your life human, or your years [the years] of a man, | |
| 6 | ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. | that you have enquired into mine iniquity, and searched out my sins? | |
| 7 | οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; | For you know that I have not committed iniquity: but who is he that can deliver out of your hands? | |
| 8 | αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. | Your hands have formed me and made me; afterwards you changed [your mind], and smite me. | |
| 9 | μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. | Remember that you have made me [as] clay, and you do turn me again to earth. | |
| 10 | ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; | Have you not poured me out like milk, and curdled me like cheese? | |
| 11 | δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. | And you clothed me with skin and flesh, and frame me with bones and sinews. | |
| 12 | ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. | And you bestowed upon me life and mercy, and your oversight has preserved my spirit. | |
| 13 | ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. | Having these things in yourself, I know that you can do all things; for nothing is impossible with you. | |
| 14 | ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας. | And if I should sin, you watch me; and you have not cleared me from iniquity. | |
| 15 | ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. | Or if I should be ungodly, woe is me: and if I should be righteous, I cannot lift myself up, for I am full of dishonour. | |
| 16 | ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις | For I am hunted like a lion for slaughter; for again you have changed and are destroying me terribly; | |
| 17 | ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια. | renewing against me my torture: and you have dealt with me in great anger, and you have brought trials upon me. | |
| 18 | ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν, | Why then did you bring me out of the womb? and why did I not die, and no eye see me, | |
| 19 | καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; | and I become as if I had not been? for why was I not carried from the womb to the grave? | |
| 20 | ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν | Is not the time of my life short? suffer me to rest a little, | |
| 21 | πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, | before I go whence I shall not return, to a land of darkness and gloominess; | |
| 22 | εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. | to a land of perpetual darkness, where there is no light, neither [can any one] see the life of mortals. | |